1

 2

1

De Melchisedech (fragmenta)

Ἀμήτορά που καὶ ἀπάτορα τὸν Μελχισεδὲκ ἐξέφρασεν ὁ Παῦλος. Ὅτι μὲν τοίνυν ἐκ γῆς οὐκ ἀνέτειλεν ὁ μέγιστος τῶν ἱερέων Μελχισεδέκ, οὐδεὶς ἀντειπεῖν ἔχοι· οὐδὲ γὰρ ἐκ δρυὸς οὐδ' ἀπὸ πέτρας ἔφυ, οὐδ' ἐκ γῆς ληφθεὶς πηλουργεῖται κατὰ τὸν Ἀδὰμ πλαττόμενος καὶ τῶ χεῖρε πλαστουργεῖται. Καὶ μετ' ὀλίγον τόπον· Τί οὖν ἄν τις εἴποι; ἀμήτωρ γὰρ ἡμῖν ὁ Μελχισεδὲκ ἱστορεῖται. Καίτοι γε εἰ ἐμφερὴς τυγχάνοι τῷ Θεῷ καὶ Λόγῳ καὶ τὸ ξύμπαν ἡμῖν ἔοικεν αὐτῷ τὴν ἐκείνου φέρων εἰκόνα καὶ τὸν ἐκείνου σώζων χαρακτῆρα, οὐκ ἀμήτωρ οὐκ ἀπάτωρ ἐστίν· ἔστι γὰρ τῷ Χριστῷ καὶ μήτηρ Μαρία καὶ γένος τὸ βασιλικὸν τοῦ ∆αυὶδ καὶ ἐκ τῆς ῥίζης τοῦ Ἰεσσαὶ τὸ τῆς ὅλης ἡμῖν εὐωδίας ἄνθος ἀνατέλλει καὶ γενεαλογεῖται τὸ κατὰ σάρκα γένος αὐτοῦ, τὸ δὲ τοῦ Μελχισεδὲκ ἀγενεαλόγητον εἶναι θεωρεῖται. Οὐκοῦν εἴποι τις ἂν τὸν Μελχισεδὲκ ἀγενεαλόγητον εἶναι διὰ τὸ μὴ εἶναι ἐκ τοῦ σπέρματος Ἀβραὰμ μηδὲ ὑπὸ Μωσέως γενεαλογεῖσθαι πώποτε, εἶναι δὲ Χαναναῖον τὸ γένος καὶ ἐκ τῆς ἐπαράτου ἐκείνης σπορᾶς ὁρμᾶσθαι, δίκαιον δὲ τῶν καθ' ἑαυτὸν ἀποφανθέντα καὶ οὐκ ἐκ προγόνων ὁρμώμενον δικαίων οὐδ' ἀπό τινος δικαίας σπορᾶς. Οὐ θέμις οὖν ἦν γενεαλογεῖν καὶ εἰς τὸ τοῦ Χαναὰν γένος ἀνάγειν τὸν εἰς ἄκρον δικαιοσύνης νεύοντα, οὐδὲ γὰρ πρεπωδέστατον ἦν τὸν τῆς ἄκρας δικαιοσύνης ἐπιλελημμένον συμπλέκειν τῷ τῆς ἄκρας ἀδικίας ἐπιλελημμένῳ γένει. ∆ιὸ ἀπάτορα καὶ ἀμήτορά φησιν αὐτὸν εἶναι ἡ γραφή, οὐκ ἀξίους τοὺς προγόνους ἡγουμένη τῆς ἀρετῆς τοῦ δικαίου καὶ σώφρονος ἀνδρός.

Ὅτι δὲ Χαναναῖος τὸ γένος δείκνυται ὁ Μελχισεδέκ, ἔστι δήπου τεκμήρασθαι καὶ ἀπ' αὐτῶν ἐκείνων ὧν ἐκράτει καὶ ἐβασίλευε κλιμάτων καὶ οἷς ἐπλησίαζεν· ἀστυγείτων μὲν γὰρ ἦν Σοδόμων πλησιαίτερος δὲ τῷ Ἀβραὰμ οἰκοῦντι πρὸς τῇ δρϋὶ τῇ Μαμβρῇ. Οἶμαι δὲ <ὅτι> καὶ Σαλὴμ ἐκείνης ἐτύγχανε βασιλεύς, ἥ ἐστιν ἡ πολυθρύλητος αὕτη Ἱερουσαλήμ. Καὶ μετ' ὀλίγον τόπον. Οὐκοῦν εἰ σαφῶς ἔοικεν ὁ Μελχισεδὲκ τῷ υἱῷ τοῦ Θεοῦ, οὐκ ἀπάτωρ οὐδὲ ἀμήτωρ οὐδὲ ἀγενεαλόγητος ἔσται, ἀλλὰ τὰ μὲν τῆς σαρκὸς κατὰ τὴν φύσιν τῆς σαρκὸς γενεαλογηθήσεται, θάτερον δέ τι τὸ ἀγενεαλόγητον ὀφθήσεται καθάπερ οὖν ἀμέλει καὶ ἐπὶ τοῦ Χριστοῦ· καὶ γὰρ ὁ Χριστὸς κατὰ μὲν δὴ τὸ σῶμα γενεαλογεῖται, κατὰ δὲ τὴν ἀνωτάτω τάξιν ἀδιήγητον ἔχει τὴν γενεὰν ὡς προαποδεδώκαμεν.

2 Τοῦ Χρυσοστόμου εἰς αὐτό· Πολλοὶ μὴ νοήσαντες τὰ περὶ τοῦ Μελχισεδὲκ

εἰρημένα μείζονα τοῦ Χριστοῦ τοῦτον εἰρήκασι καὶ συνεστήσαντο ἑαυτοῖς αἵρεσιν, οἳ καὶ λέγονται Μελχισεδεκιανοί. Φιλονεικοῦντες οὖν καὶ βουλόμενοι δεῖξαι ὅτι μείζων ἐστὶ τοῦ Χριστοῦ ὁ Μελχισεδὲκ προφέρουσιν ἡμῖν μάρτυρα τὴν γραφὴν λέγουσαν· Σὺ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδέκ. Πῶς γάρ, φησίν, οὐκ ἂν εἴη μείζων, οὗ κατὰ τὴν εἰκόνα καὶ τὴν τάξιν ἱερατεύει ὁ Χριστός; Ἄλλοι δὲ πλανηθέντες λέγουσιν αὐτὸν εἶναι τὸ Πνεῦμα τὸ ἅγιον. Ἡμεῖς δὲ λέγομεν αὐτὸν εἶναι ἄνθρωπον ὁμοιοπαθῆ ἡμῖν καὶ μήτε μείζονα Χριστοῦ, ἀλλ' οὔτε Ἰωάννου τοῦ βαπτιστοῦ, οὔτε μὴν εἶναι αὐτὸν τὸ Πνεῦμα τὸ ἅγιον. Ὅτι δὲ οὐκ ἔστι μείζων τοῦ Χριστοῦ, εἰπάτωσαν ἡμῖν οἱ τοῦτο λέγοντες ποίου χωρίου αὐτὸν εἶναι λέγουσιν; ἆρα οὐρανίου; ἆρα ἐπιγείου ἢ καταχθονίου; Εἰ μὲν οὐρανίου ἢ ἄλλου τινὸς χωρίου, ἀκουσάτωσαν ὅτι αὐτῷ κάμψει πᾶν γόνυ καὶ τὰ ἑξῆς. Εἰ οὖν κάμπτει γόνυ, ἐλάττων εἴη ὁ προσκυνῶν τοῦ προσκυνουμένου Χριστοῦ. Ἀλλ' οὔτε τὸν ἐπιόντα στίχον ἴσασιν οἱ τάλανες· τῷ ἀφομοιουμένῳ τῷ υἱῷ τοῦ Θεοῦ· ὥσπερ καὶ ἡμεῖς κατ' εἰκόνα καὶ ὁμοίωσιν Θεοῦ ἐγενόμεθα. Ἀλλ' ἴσως τις ἐπερωτᾷ τῶν ἀκροατῶν καὶ λέγει· τί οὖν ἔστι τὸ ἀπάτορα αὐτὸν λέγεσθαι καὶ ἀμήτορα καὶ ἀγενεαλόγητον; Πρὸς ὃν ἐροῦμεν