1

1

In Ecclesiasten (fragmenta e catenis)

79 Πνεῦμα τὴν ψυχὴν ὀνομάζει· προαίρεσις γάρ ἐστι ποία νοῦ κίνησις· καὶ ὁ ∆αυῒδ· εἰς χεῖράς σου παρατίθημι τὸ πνεῦμά μου· Κύριε Ἰησοῦ, δέξαι τὸ πνεῦμά μου· καὶ ἐν ταῖς Βασιλείαις· οὐκ ἐλύπησε, φησὶ, ∆αυῒδ τὸ πνεῦμα Ἀμνὼν τοῦ υἱοῦ αὐτοῦ. 80 Ὅτι ἓν τέλος τῶν τοιούτων πάντων ἡ ματαιότης ἐστίν· ἧς περισσεύειν εἰς τὸ ἐφεξῆς οὐχ εὑρίσκεται· παυσαμένης γὰρ τῆς ἐνεργείας, ἐξηλείφθη καὶ ἡ ἀπόλαυσις, καὶ οὐδὲν εἰς τὸ ἐφεξῆς ταμιεύεται. Οὐδὲ ὑπολείπεταί τι τοῖς ἡδομένοις ἴχνος εὐφροσύνης ἢ λείψανον παρελθούσης τῆς κατὰ τὴν ἡδονὴν ἐνεργείας.