1
In Proverbia (fragmenta)
75 ∆ιὰ τοῦ οἴνου καὶ τοῦ ἄρτου τὰ ἀντίτυπα τῶν σωματικῶν τοῦ Χριστοῦ κηρύττει μελῶν. 76 Τὸν Χριστὸν λέγει Σοφίαν, τὴν αἰσθητὴν αὐτῆς εἰκόνα, διαγράφων τὴν ὁρατὴν φρόνησιν τήν τε ἐμπορίαν αὐτῆς <πρὸ> πάντων ἀσπαστέαν σημαίνων· καὶ οὐδὲν αὐτῇ κακίας εἶδος ἢ πανουργίας ἀντιτασσόμενον ἰσχύει· τοῖς γὰρ ἐρῶσιν αὐτῆς πρόδηλον γνώρισμα παριστῶν, ἐκβοᾷ μετ' εὐφημίας· εὔγνωστός ἐστι πᾶσι, καὶ πᾶν δὲ τίμιον οὐκ ἄξιον αὐτῆς.
77 Ὁ μὲν γὰρ στρατηγὸς πόλιν ἅπαξ ἑλὼν ὡς ἠβουλήθη διέθηκεν, ὁ δέ γε τῶν παθῶν ἡνίοχος ὑποτάττει ταῦτα, ἐφ' ὅσον ἐστὶν ἐν τῇ ζωῇ· ὁ γὰρ ἐμφύλιος πολέμιος πάντως τοῦ ἔξωθέν ἐστι χαλεπώτερος, ὡς ὅ γε πορθήσας ἀπεμερίμνησεν, ὁ δὲ πρὸς ἄπαυστον ἐχθρὸν ἔχων ἀγωνίζεται. Μέγα τοίνυν κατόρθωμα τὸ κρατεῖν ὀργῆς καὶ μέγα στρατήγημα κατὰ τοῦ πνεύματος τῆς ὀργῆς.
78 Οὐ μόνον περὶ πόρνης εἴρηται, ἀλλὰ καὶ περὶ πονηρᾶς ἐπιθυμίας· ὅταν γὰρ ὁ νοῦς πρὸς τὴν κακὴν πρᾶξιν ὁρμήσῃ, τότε ἡ καρδία ὃ λέγει στόμα μελετᾷ σκολιά· τότε γὰρ ἔσται ὡς ἐν καρδίᾳ θαλάσσης, ὑπὸ τῆς ἅλμης τῶν πολλῶν λογισμῶν πνιγόμενος καὶ ὡς κυβερνήτης ἐν πολλῷ κλύδονι, ὑπὸ τῶν τῆς κακῆς ἐπιθυμίας κυμάτων ὠθούμενος πρὸς τὴν πονηρὰν πρᾶξιν ἀγωνιᾷ.