Commentarii ad Homeri Iliadem i
<ΕΥΣΤΑΘΙΟΥΠΑΡΕΚΒΟΛΑΙΕΙΣΤΗΝΟΜΗΡΟΥΙΛΙΑ∆Α>
Τῶν Ὁμήρου Σειρήνων καλὸν μὲν ἴσως εἴ τις ἀπόσχοιτο τὴν ἀρχὴν ἢ κηρῷτὰς ἀκοὰς ἀλειψάμενος ἢ ἀλλ' ἑτέραν τραπόμενος, ὡς ἂν ἀποφύγῃ τὸ θέλγητρον.μὴ ἀποσχόμενος δέ, ἀλλὰ διὰ τῆς ᾠδῆς ἐκείνης ἐλθών, οὐκ ἄν, οἶμαι, οὔτεπαρέλθῃ ῥᾳδίως, εἰ καὶ πολλὰ δεσμὰ κατέχοι, οὔτε παρελθὼν εἴη ἂν εὔχαρις.εἰ γάρ που, ὥσπερ θεάματά τινα, ὁποῖα τὰ θρυλλούμενα ἑπτὰ ἐν λόγοις κεῖνται,ἀριθμήσει τις καὶ ἀκούσματά τινα ἐπιστροφῆς ἄξια, εἴη ἂν ἐν αὐτοῖς μάλιστακαὶ ἡ Ὁμηρικὴ ποίησις, ἧς οὐκ οἶμαι εἴ τις τῶν πάλαι σοφῶν οὐκ ἐγεύσατο καὶμάλιστα τῶν ὅσοι τῆς ἔξω σοφίας ἠρύσαντο. ἐξ Ὠκεανοῦ μὲν γὰρ ποταμοὶπάντες, πηγαὶ πᾶσαι, φρέατα πάντα κατὰ τὸν πάλαι λόγον· ἐξ Ὁμήρου δέ, εἰκαὶ μὴ πᾶσα, πολλὴ γοῦν παρεισέρρευσε τοῖς σοφοῖς λόγου ἐπιρροή. οὐδεὶςγοῦν οὔτε τῶν τὰ ἄνω περιεργαζομένων οὔτε τῶν περὶ φύσιν οὔτε τῶν περὶἦθος οὔθ' ἁπλῶς τῶν περὶ λόγους ἐξωτερικούς, ὁποίους ἂν εἰπῇ τις, παρῆλθετὴν Ὁμηρικὴν σκηνὴν ἀξεναγώγητος, ἀλλὰ πάντες παρ' αὐτῷ κατέλυσαν, οἱμὲν ὡς καὶ διάγειν παρ' αὐτῷ μέχρι τέλους καὶ τῶν αὐτοῦ συσσιτίων ἀποτρέφεσθαι, οἱ δὲ ὥστε χρείαν ἀποπλῆσαί τινα καὶ συνεισενεγκεῖν ἐξ αὐτοῦ τῷ λόγῳτι χρήσιμον. ἐν οἷς καὶ ἡ Πυθία, πολλοὺς τῶν χρησμῶν πρὸς Ὁμηρικὴν μέθοδονἀποξέουσα. φιλόσοφοι περὶ αὐτόν, εἰ καὶ Ἵππαρχος φθονεῖ, ὡς μετ' ὀλίγαἱστορηθήσεται. ῥήτορες περὶ αὐτόν. γραμματικοὶ δὲ οὐκ ἄλλως εἰς τέλος, εἰ μὴδι' αὐτοῦ. ὅσοι δὲ μετ' αὐτὸν ποιηταί, οὐκ ἔστιν ὃς ἔξω τι τῶν αὐτοῦ μεθόδωντεχνάζεται, μιμούμενος, παραποιῶν, πάντα ποιῶν δι' ὧν ὁμηρίζειν δυνήσεται.ἄγουσιν αὐτὸν καὶ γεωγράφοι διὰ ζήλου πολλοῦ καὶ θαύματος. ὁ περὶ τὴνἈσκληπιαδῶν δίαιταν καὶ τὰ τραύματα ἐρανίζεται καὶ αὐτὸς ἐκεῖθεν ἀγαθά.ἐφέλκεται τὸ πρᾶγμα καὶ βασιλεῖς· καὶ μαρτυρεῖ ὁ μέγας Ἀλέξανδρος, κειμήλιον εἴτε καὶ ἐφόδιον καὶ ἐν αὐταῖς μάχαις τὴν Ὁμηρικὴν βίβλον ἐπαγόμενος 1.2 καὶ τὴν κεφαλήν, ὅτε ὑπνοῦν δέοι, ἐπαναπαύων αὐτῇ, ἵνα τάχα μηδὲ ἐν ὕπνοιςαὐτοῦ ἀπέχοιτο, ἀλλὰ καὶ φανταζόμενος εἴη εὐόνειρος. καὶ ἔστιν ἀληθῶς βασιλικὸν πρᾶγμα ἡ Ὁμήρου ποίησις καὶ μάλιστα ἡ Ἰλιάς. καὶ παροιμία μέν τις κακῶν Ἰλιάδα φησίν· αὐτὴ δὲ καλοῦ παντός ἐστιν Ἰλιάς· δραματικώτερον μὲν σχηματιζομένη διὰ τῆς μονοειδοῦς μέν, πολυπροσώπου δὲ ἀφηγήσεως, γέμουσαδὲ μυρίων ὧν ἄν τις εἴποι καλῶν, φιλοσοφίας, ῥητορείας, στρατηγικῆς εὐτεχνίας,διδασκαλίας τῆς περὶ ἠθικῶν ἀρετῶν, τεχνῶν ὅλως παντοίων καὶ ἐπιστημῶν.ἔχει τις καὶ δόλους ἐπαινετοὺς ἐκεῖθεν μαθεῖν καὶ ψευδῶν κερδαλέων συνθέσειςκαὶ σκωμμάτων δριμύτητας καὶ ἐγκωμίων μεθόδους. φρόνησιν δὲ οὐκ ἔστινεἰπεῖν ὅσην περιποιεῖται τῷ προσέχειν ἐθέλοντι. καὶ ὅσα δὲ τῇ ἱστορίᾳ ἐπιθεωροῦνται σεμνά, οὐκ ἂν οὐδὲ τὴν Ὁμήρου τέχνην τῶν τοιούτων ἀποστερήσῃ τις,τῆς πολυπειρίας, τοῦ τὰς ἀκοὰς ἡδύνειν, τοῦ τὰς ψυχὰς παιδεύειν, τοῦ εἰς ἀρετὴνἐπαίρειν, τῶν ἄλλων οἷς ὁ ἱστορῶν ἐνευδοκιμεῖ. εἰ δ', ὅτι μύθων γέμει, ἐκπίπτειναὐτὸν κίνδυνός ἐστι τοῦ θαυμάζεσθαι, ἀλλὰ πρῶτον μὲν οὐ πρὸς γέλωτα οἱὉμηρικοὶ μῦθοι ἀλλὰ ἐννοιῶν εὐγενῶν σκιαί εἰσιν ἢ παραπετάσματα, οἱ μὲν ὑπ'αὐτοῦ πλαττόμενοι πρὸς τὰ ὑποκείμενα, οἳ καὶ πρὸς αὐτὰ οἰκείως ἀλληγοροῦνται,πολλοὶ δὲ καὶ ὑπὸ τῶν παλαιῶν μὲν τεθειμένοι, ἑλκόμενοι δὲ χρησίμως καὶ εἰςτὴν τούτου ποίησιν, ὧν ἡ ἀλληγορία οὐ πάντῃ πάντως πρὸς τὰ Τρωϊκά, ἀλλὰὅπως ἂν ἐξ ἀρχῆς ᾐνίξαντο οἱ αὐτοὺς πλασάμενοι. ἔπειτα οὐδὲ ἔχαιρεν αὐτόθενμύθοις ὁ τῆς σοφίας τρόφιμος. (ἡ