Chronicon sive Minus [Sp.]

 4.2 Τῷ κβ-ῳ ἔτει Μαρτίῳ γὰρ ἔσωσεν ἐν τῷ λιμένι τῶν Κεχρεῶν ὀνομαζομένῳ. Καὶ τῇ η-ῃ τοῦ Ἀπριλίου μηνὸς ἤρξατο ἀνακαθαίρειν καὶ ἀνοικοδομεῖν αὐτὸ δὴ τὸ

 ἐβουλεύοντο τῷ ἁγίῳ βα σιλεῖ, ἵνα πιάσῃ αὐτόν. Ἐκεῖνος δὲ οὐ κατεπείσθη ποτέ, λέγων. Οὐκ ἀθετῶ τὸν ὅρκον, ὃν πρὸς ἐκεῖνον ἐποιησάμην, ἂν ἐβεβαιούμην κ

 ἀσθενὴς καὶ ἐγγὺς τοῦ θανά του, τὴν δὲ βασιλείαν καὶ τὰ αὐτῆς δέδωκα πρὸς σὲ καὶ ποίησον, ὡς θέλεις.

 Ἰωάννης εἰς τὴν Ἰταλίαν καὶ Οὐγγαρίαν, ποήσας δεσπότην τὸν ἀ-δελφὸν αὑτοῦ τὸν αὐθεντόπουλον κὺρ Κωνσταντῖνον καὶ καταλείψας αὐτὸν εἰς τὴν Πόλιν ἀντ' α

 Κομνηνοῦ. 14.4 Καὶ τῷ λ-ῳ ἔτει μηνὶ Σεπτεβρίῳ εὐλογήθη αὐτὴν ὁ βασιλεὺς κὺρ Ἰωάννης.

 σύνην τοῦ βασιλέως τοῦ ἀδελφοῦ μου, νὰ ἔρχεται ἐξ ὀρθοῦ εἰς τὸ κελ λίν μου, ὡς καὶ πρότερον. 15.8 Ἀπὸ τούτων οὖν τῶν αἰτιῶν, ὡς ὡρίσθη παρὰ τοῦ βασιλέ

 μέχρι τινός, ἀπῆλθεν εἰς τὰ Καλάβρυτα. 16.7 Ἡμεῖς δὲ μετὰ τοῦ αὐθεντὸς ἡμῶν κυροῦ Κωνσταντίνου τοῦ δεσ πότου διὰ τῆς ἄλλης ὁδοῦ ἤλθομεν εἰς τὴν Βοστίτ

 εὑρισκομένους ἔξωθεν ἀνθρώπους καὶ πᾶσαν τῶν Ἑβραίων οἴκησιν, ὡς ἐφάνη ἄπρακτον διὰ πολ λὰ αἴτια, ἰδοὺ καὶ ἀπὸ τὸ κάστρον ἰδόντες ἡμᾶς καὶ ἀπορήσαντες

 πάλιν εἰς τὴν κληρονόμον ἐκείνων καὶ τοῦ βίου ὅπως δήποτε καὶ τῆς ἀρέτης ὑπετάγη· καὶ καλῶς διήνυσε τὸν τῆς ὑποταγῆς δρόμον μέχρι θανάτου, Κυπριανοῦ δ

 νουθετήσασα καὶ καταλείψασα εἰς τὴν ὑποταγὴν τῆς μητρός μου ἀδελφῆς, ἡ καὶ πρώτη εἰς ἀρετὴν καὶ ὑποταγὴν αὐτῆς ἦν, καὶ πάντα τὰ τοῦ κελλίου αὐτῶν ἐκεί

 ἀφήσωμεν νὰ ἐπάρωσι τοιοῦτον κάστρον εἰς τὴν μέσην τοῦ τόπου μας. ∆ιὰ τοῦτο ἀ πήλθομεν ἐκεῖ· καὶ ἐξετάσαντες τὸ πρᾶγμα, ἐστήσαμεν νὰ μηδὲν γένη ται. Κ

 νὰ ὦσι πιστοὶ δοῦλοι τοῦ αὐθεντὸς ἡμῶν τοῦ δεσπότου. Καὶ ἐμὲ εἰς κεφαλὴν αὑτῶν ἐζήτησαν· ἤκουσαν δὲ ὅτι καὶ διὸ καὶ πλέον τούτου τὸν χρεω στοῦμεν καὶ

 καλλίστην. Ἐτάφη δὲ μέχρι τινὸς εἰς μίαν τῶν ἐκκλησιῶν τῆς Γλαρέντζας· καὶ μετὰ ταῦτα ἀπῆγαν αὐτὴν εἰς τὴν ἐν τῷ Μυζηθρᾷ τοῦ Ζωοδότου μονήν. 20.10 Καὶ

 Ζωοδότου μονῇ. 21.13 Καὶ τῷ μβ-ῳ ἔτει Ἰαννουαρίου ζ-ῃ πάλιν ἀπῆλθον ἀποκρισιά ριος εἴς τε τὸν Ἀντώνιον καὶ αὐθέντην τῶν Ἀθηνῶν, καὶ εἰς τὸν ἀμη-ρᾶν κα

 τῷ βασιλεῖ εὑρίσκωνται εἰς τὴν πόλιν, οὗτοι δὲ οἱ δύο αὐθένται εἰς τὸν Μορέαν. 22.9 ∆ιὰ ταύτην δὴ τὴν αἰτίαν καὶ τὸν Ἰούνιον τοῦ αὐτοῦ ἔτους διέβη ἀπὸ

 ἔμπρο σθεν αὐτῶν, ἐμπεσόντος λόγου περὶ τῆς συνόδου· Υἱέ μου, βεβαίως καὶ ἀληθῶς ἐπιστάμεθα ἐκ μέσης τῆς καρδίας δὴ τῶν ἀσεβῶν, ὅτι πολλὰ τοὺς φοβεῖ,

 ἔτους ἀπέθανεν ἡ δέσποινα κυρὰ Μαρία ἡ ἀπὸ Τραπεζοῦντας· καὶ τῇ α-ῃ Ἰαννουρίου μηνὸς τοῦ αὐτοῦ ἔτους ἀπέθανεν ἡ δέσποινα Εὐγενία, ἡ τοῦ Γατελιούζη θυγ

 να-ου ἔτους ἐγεννήθη μοι ὁ ἕτερος υἱὸς Ἀλέξιος. 25.6 Καὶ τὸν Νοέμβριον τοῦ αὐτοῦ ἔτους ἦλθεν εἰς τὴν Πόλιν ὁ δε σπότης καὶ αὐθέντης μου κὺρ Κωνσταντῖν

 27.3 Καὶ γίνωσκε, ὅτι ἕτερον μεσάζοντα οὐδὲν θέλω ποιήσειν πάρεξ αὐτὸν δὴ τὸν Εὐδαιμονοϊωάννην, ὃν ἔχω· ἀλλ' οὐδὲ ἐνταῦθα θέλω εὑρί σκεσθεν ἀεί, ἀμὴ θ

 αὐτὰς δὲ ἡμέρας καὶ ἄρχοντες ἀπὸ τῆς πόλεως εἰς τὸν Μο ρέαν ἐστάλησαν Ἀλέξιος Φιλανθρωπινὸς ὁ Λάσκαρις, ὃς ἐστάλη εἰς τὴν πόλιν παρὰ τοῦ αὐθεντὸς ἡμῶν

 τοῦ γαμβροῦ σου, ἠπορημένη καὶ χρέος εἰς τὰ εἰσο δήματα ἐκείνης πολὺ καὶ ἀπορία εἰς πάντα. Καὶ ὁ αὐθέντης μου ὁ βα σιλεὺς νέος αὐθέντης καὶ θέλει καιρ

 ὕπνους, ὅτι ἔφθασα εἰς τὴν Πόλιν καὶ πεσόντος μου ἀσπάσασθαι τοὺς βασιλέως πόδας, οὐκ ἀφῆκέ με, ἀλλ' ἐπιλαβὼν ἐφίλησέ με τοὺς ὀφθαλ μούς· καὶ ἔξυπνος

 θανεν· ὁ Καντακουζηνός, ὁποῦ ὡς ἂν πολλῷ τῶν ἄλλων ἀπροσπαθῶς ἐβουλεύετο, καὶ ὁμοίως ἀπέθανεν· ὁ Νοταρᾶς καὶ πάντα τὰ ἄλλα, φανε ρῶς καὶ ἀφανῶς λέγει,

 ἐμηνύθη ὁ μέγας δοὺξ διὰ τοῦ συντέκνου αὐτοῦ καὶ ἐμοῦ, ἱερομονάχου καὶ πνευματικοῦ Νεοφύτου τοῦ εἰς τὴν Χαρσιανίτου. Ὁ δὴ καὶ ἔστερξεν, ἑκουσίως ἀκουσ

 γενεῖν; Ἀμὴ δὸς αὐτῷ τὸ τοῦ μεγάλου πριμι κηρίου, ὁποῦ ἔνι μετὰ τὸν στρατοπεδάρχην. 34.5 Καὶ ὁρίζει πρὸς αὐτόν· Ἐκεῖνος προεῖπε μοι, ὅτι οὐ δὲν θέλει

 καὶ συγγενεῖν εἰς τὴν πομπὴν ἐκεί νων, ὁποῦ νά το κακίσουν. Μόνον καὶ σὺ ἔχε τοῦτο, γραμματικέ, ὡσὰν ἀπόκρυφον μέχρι τινός. 34.12 Καὶ ἐξοικονομήσας το

 τῶν παιδίων μου ὑπὸ γερόντων καὶ καλῶν Τουρκῶν ἁλωθέντων καὶ παρ' αὐτῶν πάλιν πραθέντων εἰς τὸν τοῦ ἀμηρᾶ μεραχούρην, ἤγουν κόμητα τῶν αὐτοῦ ἀλό γων,

 χρήματα καὶ κρυφίως ἀπὸ πολλὰ μέρη καὶ ἀνθρώπους ὁμοίως δι' ἄλλου τρόπου, εἶδε τίς ἕνα ὄβολον; Ναί, ἀληθῶς ἔστειλαν πολλὰ καὶ χρήματα καὶ ἀνθρώ πους ε

 ἀμφοτέρων, τούτου λέγω καὶ κἀκείνων. 37.5 Καὶ ὀρθωθεὶς ἀπῆλθον καὶ εἰς τὴν Μεθώνην, ἵνα διὰ τοῦ πλευ σίμου ἀπέλθω εἰς τὸ Ῥαούζη καὶ ἀπ' ἐκεῖ εἰς τὴν Σ

 ἐκεῖσε ἦλθε καὶ ἔπεσεν εἰς τὸ Μουχλίν, ὃ δὴ καὶ δέδωκε πρὸς αὐτὸν ὁ καλὸς κἀγα θὸς Ἀσάνης ∆ημήτριος. 38.2 Τὸν Ἰούλιον τοῦ αὐτοῦ ἔτους καὶ ἀπ' ἐκεῖ πάλ

 δεσπότης κὺρ Θωμᾶς παρέπιπτε καὶ ἐπολιόρκει τὰ τοῦ ἀδελφοῦ αὑτοῦ, Καλαμάταν καὶ Μαντίνειαν καὶ συνεργοὺς εὗρε πρω τοστράτορα τὸν ἄριστον, πρωτοστράτορ

 συναχθέντες εἰς τὸ Καστρίτζιν, ἐποίησαν τάχα ὅρκους εἰρήνης. Καὶ τοῦ Λακεδαιμονίας μετὰ τοῦ σάκκου αὐτοῦ λειτουρ γήσαντος, ὁπόταν τοὺς Χριστιανοὺς μετ

 σίδηρα ἤγετο. Αὐτὸς γάρ, ὡς προείπομεν, φυγὼν ἀπὸ τὸ Λεοντάρι μετὰ καὶ τοῦ γαμβροῦ αὐτοῦ, ἀπῆλθεν εἰς τὸν Μυζηθρᾶν καὶ τὴν δουλοσύνην τοῦ δεσπότου κυρ

 σου καὶ γενήσεται συμβίβασις μέσον ὑμῶν ἀγά πης· καὶ δοθῇ παρ' ἐκείνου καὶ τόπος μετά τινων συμφωνιῶν πρός σε. 41.2 Συνδιασκεψάμενος οὖν μετὰ τοὺς αὑτ

 κ-ῃ ἀπέ θανε καὶ ἐτάφη ἐν τῇ τῶν ἁγίων ἀποστόλων μονῇ Ἰάσωνος καὶ Σωσι πάτρου.

 ἀποθανὼν εὐφραι νόμενος ἐν οὐρανοῖς, ἡμᾶς δὲ καταλέλοιπε καὶ τὴν ἐκείνου λυπομένους στέρησιν.

 θεὸς καὶ διασκορπισθήτωσαν οἱ ἐχθροὶ αὐτοῦ καὶ φυγέτωσαν ἀπὸ προσώπου αὐτοῦ οἱ μισοῦντες αὐ τόν. 44.2 Καὶ τούτου γενομένου, ὡς ἠκούσαμεν παρά τινων, ἄ

 υἱὸν τοῦ θεοῦ τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστὸν μετὰ τὴν ἐνανθρώπησιν οὐχ ἓν θέλημα ἔχειν φυσικὸν καὶ μίαν ἐνέργειαν κατὰ τὸν Ῥώμης Ὁνώριον καὶ Πύῤῥον τὸ

 ῥηθέντα καπετάνιον Νικολὸ ντὲ Καναλία, στείλαντες ἕτε-ρον καπετάνιον τὸν Θωμᾶν Μουτζενίγον, ἐπίασαν αὐτὸν καὶ τὸν υἱὸν αὐτοῦ καὶ τὸν γραμματικὸν καὶ σ

 γνώμῃ καὶ πράξει ἐξαμαρτήσας ὡς ἄλλος οὐδεὶς πώποτε. 48.2 Ὅμως λυτρωθεὶς τοῦ θανάτου ἀπέμεινα κωφὸς μέχρι πολλοῦ, ὡς οὐδὲ τὰ πλησίον μου σήμανδρα ἀκού

Chronicon sive Minus [Sp.]

ΟΙΚΤΡΟΣ ΓΕΩΡΓΙΟΣ ΣΦΡΑΝΤΖΗΣ, Ο ΚΑΙ ΠΡΩΤΟΒΕΣΤΙΑΡΙΤΗΣ, ΓΡΗΓΟΡΙΟΣ ΤΑΧΑ ΜΟΝΑΧΟΣ, ΤΑΥΤΑ ΕΓΡΑΨΑΜΕΝ ΑΠΟ ΤΩΝ ΚΑΘ' ΕΑΥΤΟΝ ΚΑΙ ΤΙΝΩΝ ΜΕΡΙΚΩΝ ΓΕΓΟΝΟΤΩΝ ΕΝ ΤΩ ΤΗΣ ΑΘΛΙΑΣ ΖΩΗΣ

ΑΥΤΟΥ ΧΡΟΝΩ.

Καλὸν ἦν μοι, εἰ οὐκ ἐγεννήθην, ἢ παιδίον ἀποθανεῖν. Ἐπειδὴ τοῦτο οὐκ ἐγένετο, ἰστέον ὅτι ἐν ἔτει #22θ-ῳ ἐγεννή-θην, Αὐγούστῳ λʹ, ἡμέρᾳ τρίτῃ· ἀνεγεννήθην δὲ ὑπὸ τῆς ὁσιωτάτης καὶ ἁγίας Θωμαΐδος, περὶ ἧς ἐν τῳ προσήκοντι τόπῳ μέλλομεν διηγήσεσθαι τἀληθές.

1.1 Καὶ τῇ κη-ῃ τοῦ Ἰουλίου μηνὸς τοῦ δεκάτου ἔτους ἐσκοτώθη ὁ ἀμηρᾶς Παϊαζήτης παρὰ τοῦ Τεμήρη· ὃς δὲ Παϊαζήτης ἦν πέμπτος αὐθέντης τῆς γενεᾶς αὐτοῦ. Ἐρτογρούλης γὰρ ἦν ὁ πρῶτος καὶ ὁ δεύτε ρος Ὀτμάνης, ἐξ οὗ καὶ Ἀτουμαλίδαι· ὁ τρίτος Ὀρχάνης, ὁ τέταρτος Μοράτης, ὁ πέμπτος Παϊαζήτης, ὁ ἕκτος Μεχέμετις, ὁ ἕβδομος Μορά της, ὁ ὄγδοος Μεχέμετις, ὃς δὴ καὶ ἡμᾶς ᾐχμαλώτευσε καὶ ἐξέωσε τῆς Κωνσταντινουπόλεως. Εἰς τὰς ἀρχὰς οὖν τοῦ ιβ-ου ἔτους ἐπανῆλθεν ἀπὸ τῆς ∆ύσεως εἰς τὴν Κωνσταντινούπολιν ὁ ἅγιος βασιλεὺς κὺρ Μανουὴλ ὁ Παλαιολόγος.

2.2 Καὶ τῷ ιγ-ῳ ἔτει μηνὶ Φευρουαρίου η-ῃ ἐγεννήθη αὐτῷ καὶ ὁ δεύτερος Κωνσταντῖνος, ὃς ἐγεγόνει καὶ βασιλεύς.

3.1 Ἀφ' οὗ δὴ ιβ-ου ἔτους μέχρι καὶ τοῦ κα-ου πολλῶν γενο μένων ἀναγκαίων καὶ μνήμης ἀξίων, λέγω δή, τῆς εἰς τὴν ∆ύσιν ἀφίξεων τῶν πέντε υἱῶν ἀμηρᾶ τοῦ Παϊαζήτη, ἤγουν τοῦ Μουλσουμάνου, τοῦ Μω σῆ, τοῦ Ἰεσσαί, τοῦ Μεχέμετι καὶ τοῦ Ἰωσούφη, ὃς ἐγεγόνει καὶ Χρισ-τιανὸς καὶ ∆ημήτριος ἐπωνομάσθη· τοῦ θανάτου τοῦ βασιλέως κυροῦ Ἰωάννου εἰς τὴν Θεσσαλονίκην καὶ τῆς ἐλεύσεως ἐκεῖ τοῦ ἁγίου βασι λέως κυροῦ Μανουὴλ καὶ θείου αὐτοῦ καὶ τῆς τοῦ υἱοῦ αὐτοῦ δεσπότου κὺρ Ἀνδρονίκου εἰς τὴν Θεσσαλονίκην ἀποκαταστάσεως· καὶ τοῦ θανά του τοῦ δεσπότου κὺρ Θεοδώρου τοῦ πορφυρογεννήτου εἰς τὸν Μυζη θρᾶν καὶ τοῦ ἁγίου βασιλέως καὶ ἀδελφοῦ αὐτοῦ κὺρ Μανουὴλ εἰς τὸν Μορέαν ἐλεύσεως· καὶ τοῦ θανάτου τοῦ ἀμηρᾶ Μουλσουμάνου παρὰ τοῦ ἀδελφοῦ αὐτοῦ Μωσῆ καὶ τῆς τριετοῦς μάχης αὐτοῦ δὴ τοῦ Μωσῆ μετὰ τοῦ βασιλέως τοῦ ἁγίου κὺρ Μανουήλ· καὶ τῆς περὶ τὰ μέρη τῆς Λαρίσσου ἐκτυφλώσεως Ὀρχάνη, τοῦ υἱοῦ τοῦ Μουλσουμάνου· καὶ τῆς ἐλεύσεως ἀπὸ τῆς Ἀνατολῆς εἰς τὴν ∆ύσιν τοῦ ἀδελφοῦ αὐτοῦ Μεχέμετι τοῦ καὶ Κυρίτζη καὶ τῆς ἥττης καὶ ἐπιστροφῆς αὐτοῦ εἰς τὴν Ἀνατολὴν καὶ πά-λιν ἐλεύσεως αὐτοῦ διὰ τῆς Πόλεως εἰς τὴν ∆ύσιν καὶ τῆς νίκης αὐτοῦ καὶ τοῦ θανάτου τοῦ Μωσῆ· ἔτι δὲ καὶ τοῦ δευτέρου υἱοῦ τοῦ ἁγίου τοῦ βασιλέως κὺρ Μανουήλ, Κωνσταντίνου τὸν θάνατον ἐν τῇ Μονεμβασίᾳ, ἀλλὰ δὴ καὶ δύο θυγατέρων αὐτοῦ· καὶ τῆς γεννήσεως εἰς τὴν Πόλιν τοῦ αὐθεντοπούλου κὺρ Μιχαὴλ καὶ τοῦ θανάτου αὐτοῦ ὑπὸ λοιμώδους νοσή ματος καὶ τοῦ θανάτου ὁμοίως τοῦ τζαλαπῆ κὺρ ∆ημητρίου· καὶ τῆς γεν νήσεως τοῦ αὐθεντοπούλου κὺρ ∆ημητρίου καὶ τοῦ αὐθεντοπούλου κὺρ Θωμᾶ· καὶ ἄλλων τινῶν μερικῶν ἀναγκαίων. Ταῦτα δὴ πάντα διὰ τὸ τῆς ἡλικίας μου ἀτελὲς πάντη, οὐ καλῶς εἰδότος μου καὶ ἀκριβῶς, ἐν ᾧ δὴ χρόνῳ καὶ μηνὶ ἐγένοντο καὶ πῶς, σιωπῇ παραλείπω. Τὸν δὲ Ἰούλιον μῆνα τοῦ κα- ου ἔτους ἐξελθὼν ἀπὸ τῆς Πό λεως ἀπῆλθεν εἰς τὴν νῆσον Θάσον ὁ ἅγιος βασιλεὺς κὺρ Μανουὴλ καὶ ἀπῆρεν αὐτὴν τὸν Σεπτέβριον τοῦ κβ-ου ἔτους. Εἶτ' ἀπ' ἐκεῖ ἀπῆλθεν εἰς τὴν Θεσσαλονίκην καὶ εἰς τὸν Μορέαν καὶ ἔκτισε τὸ Ἑξαμίλιον.