1
Paroemiae (e cod. Vat.)
ΠΑΡΟΙΜΙΑΙ.
ΑΡΧΗ ΤΟΥ Α.
1.1 Ἀρχαικὰ φρονεῖς: ἤτοι εὐήθη. 1.2 Ἀβυδηνὸν ἐπιφόρημα: τὸ ἀηδές, διὰ τὸ τοὺς Ἀβυδηνοὺς μετὰ δεῖπνον προσάγειν τοὺς ἑαυτῶν παῖδας τοῖς εὐωχουμένοις κεκραγότας καὶ θορυβοῦντας καὶ ἀηδὲς ἐμποιοῦντας τοῖς δαιτυμόσι. 1.3 Ἅβρωνος βίος: ὁ πολυτελής. Ἅβρων γάρ τις ἐγέ-νετο πλούσιος· ὅθεν καὶ ἁβροδίαιτος. 1.4 Ἀεὶ γεωμόρος ἐς νέωτα πλούσιος. 1.5 Ἀδεὲς δέος: ἐπὶ τῶν μάτην δεδοικότων. 1.6 Ἀγαμεμνόνεια φρέατα: Ἀγαμέμνων γὰρ παρὰ τὴν Αὐλίδα καὶ τὴν ὅλην Ἑλλάδα φρέατα ὤρυξεν. 1.7 Ἀγαμέμνονος θυσία: ἐπὶ τῶν δυσπειθῶν καὶ σκλη ρῶν· θύοντος γὰρ Ἀγαμέμνονος ὁ βοῦς φυγὼν μόλις ἐλήφθη. 1.8 Ἀγαθὴ καὶ μᾶζα μετ' ἄρτου: ἐπὶ τῶν τὰ δεύτερά τισι διδόντων. 1.9 Ἀγαθώνειος αὔλησις: ἡ ἡδίστη καὶ εὐφραντική. 1.10 Ἀνδριὰς σφυρήλατος: ἐπὶ τῶν ἀναισθήτων. 1.11 Ἀγέλαστος πέτρα: ἐπὶ τῶν λύπης προξένων. ἐφ' ᾗ ∆ημήτηρ ὅτε τὴν κόρην ἐζήτει ἐκάθισεν. 1.12 Ἀγαθῶν θάλασσα· καί· Ἀγαθῶν θησαυρός· καί· Ἀγαθῶν ἀγαθίδες· καί· Ἀγαθῶν μυρμηκιά: ἐπὶ πλήθους ἀγαθῶν λέγεται. 1.13 Ἁγνότερος πηδαλίου: παρόσον ἐν θαλάττῃ τὸ πηδάλιον ἄττον καθαρὸν ἐστίν. 1.14 Ἀγροίκου μὴ καταφρόνει ῥήτορος: ὅτι οὐδὲ τῶν εὐτελῶν χρὴ καταφρονεῖν. 1.15 Ἀδώνιδος κῆπος: ἐπὶ τῶν ὀλιχρονίων καὶ ἀώρων καὶ μὴ ἐῤῥιζομένων. 1.16 Ἄλλος οὗτος Ἡρακλῆς: ἐπὶ τῶν ἰσχυρῶν. 1.17 Ἅλις δρυός: ἐπὶ τῶν εἴς τινα δίαιταν βελτίονα με ταβαλλομένων. παυσάμενοι γὰρ τῶν βαλάνων οἱ παλαιοὶ μετεῖχον σίτου καὶ οἴνου. 1.18 Ἅλα καὶ κύαμον: ἐπὶ τῶν εἰδέναι μὲν προσποιουμέ νων, οὐκ εἰδότων δέ. οἱ γὰρ μάντεις ἅλα καὶ κύαμον τιθέασι. 1.19 Ἄκαιρος εὔνοι' οὐδὲν ἔχθρας διαφέρει: ταύτην Ἱππόλυτος πρὸς Φαίδραν εἶπε φάσκουσαν φιλεῖν αὐτὸν σφόδρα. 1.20 Ἄϊδος κυνῆ: ἐπὶ τῶν ἐπικρυπτόντων ἑαυτοὺς διά τινων μηχανημάτων. τοιαῦτα γὰρ τοῦ Ἄϊδος. 1.21 Αὐτοὶ χελώνας ἐσθίετε εἴπερ ἔχετε: ἁλιεῖς ἡλί ευσαν μεγάλην χελώνην καὶ ἀνασπάσαντες αὐτὴν ἐμέριζον τὴν παροῦσαν. τὸν δὲ Ἑρμῆν παριόντα ἐπὶ τὴν ἑστίασιν ἐκάλουν. ὁ δὲ τὸ προκείμενον εἶπε. 1.22 Ἂν οἶνον αἰτῇ, κόνδυλον αὐτῷ δίδου: ἐπὶ τῶν ἀγαθὰ μὲν αἰτούντων, δεινὰ δὲ λαμβανόντων. 1.23 Αἱροῦντες ᾑρήμεθα: ἐπὶ τῶν ἐλπισάντων νικᾶν, εἶθ' ὑπ' ἐκείνων ἁλόντων. 1.24 Αἰάντειος γέλως: ἐπὶ τῶν παραφρόνως γελώντων. 1.25 Ἀνίπτοις χερσίν: ἐπὶ τῶν βεβήλοις χερσὶ τὰ ἱερὰ μεταχειριζομένων. 1.26 Ἀκόνην σιτίζεις: ἐπὶ τῶν τροφῇ πολλῇ χρωμένων, μηδενὶ δὲ εἰς σῶμα ἐπιδιδόντων. 1.27 Ἀκέφαλος μῦθος: ἐπὶ τῶν ἀτελῆ λεγόντων. 1.28 Ἄλλως ᾄδεις: ἐπὶ τῶν μάτην πονούντων. 1.29 Ἅμ' ἔπος, ἅμ' ἔργον: ἐπὶ τῶν ὀξέως ἀνυομένων. 1.30 Ἀνὴρ ὁ φεύγων οὐ μένει κτύπον λύρας: ἐπὶ τῶν ταχέως καὶ ὀξέως ὀφειλόντων ἕκαστα πράττειν. 1.31 Ἀντιπελαργεῖν: ἀντιδιδόναι χάριτας. λέγεται γὰρ τοὺς πελαργοὺς γεγηρακότας τοὺς γονεῖς τρέφειν. 1.32 Ἄπληστος πίθος: ἐπὶ τῶν γαστριμάργων. 1.33 Ἀνέμους γεωργεῖς: πρὸς τοὺς πονοῦντας καὶ μη δενὸς μεταλαγχάνοντας. 1.34 Ἄνθρωπος ἀνθρώπου δαιμόνιον: ἐπὶ τῶν ἀπροσ δοκήτως ὑπ' ἀνθρώπου σωζομένων. 1.35 Ἄξιος τοῦ παντός: ἐπὶ τῶν σφόδρα τιμίων. 1.36 Ἀεὶ γέροντι νέαν ποτὶ βάλλει κούρην: ἐπὶ τῶν πρεσβυτέρων βουλομένων νέαις συνευνάζεσθαι. 1.37 Ἄξιος εἶ τῆς ἐν Ἄργει ἀσπίδος: ἐπὶ τῶν εὐγενῶν. 1.38 Ἀνέμου παιδίον: ἐπὶ τῶν εὐμεταβόλων καὶ κούφων. 1.39 Ἀνίπτοις ποσὶν ἀναβαίνειν ἐπὶ τὸ στέγος ἐπὶ τῶν ἀμαθῶς ἐπί τινα ἔργα ἐρχομένων. 1.40 Ἀπὸ βαλβῖδος: ἤτοι ἀπ' ἀρχῆς δεῖ καλὸν εἶναι. 1.41 Ἀντὶ κακῆς