Sermo in omnes sanctos
ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΓΡΗΓΟΡΙΟΥ ΤΟΥ ΘΑΥΜΑΤΟΥΡΓΟΥ ΛΟΓΟΣ ΕΙΣ ΤΟΥΣ ΑΓΙΟΥΣ ΠΑΝΤΑΣ
Εὐλόγησον, ∆έσποτα. Ἡρεμεῖν ἐβουλόμην, καὶ μὴ δημοσιεύειν ἀγροικίζουσαν γλῶσσαν· μέγα γὰρ σιωπὴ, ὅτ' ἂν ὁ λόγος εὐτελής· καὶ θαυμαστὸν ἡσυχία, ἀπαιδευσίας παρούσης· φιλόσοφός τε ἄκρος διὰ σιγῆς καλύπτων ἀμαθίαν. Τοῦτο κἀγὼ πράττειν προῃρούμην τὸ ἀσθε 10.1200 νὲς τῆς οἰκείας ἐπιστάμενος γλώσσης· ἀλλ' ἕλκει με πρὸς τὸ λέγειν τῶν ὁρωμένων ἡ ὄψις.
Ἐπεὶ οὗν ἡ πανήγυρις λαμπρὰ καὶ τὸ θέατρον συνεχὲς, καὶ ζέων ἐστὶ τῇ πίστει ὁ ἡμέτερος σύλλογος· ἐπὶ τὴν ἀρχὴν τοῦ λόγου θαῤῥοῦντος τραπήσομαι· μάλιστα τοῦ Πατρὸς εὐχομένου, τῆς Ἐκκλησίας συναγωνιζο μένης, μαρτύρων ἁγίων πρὸς τοῦτο ῥωννύντων τὸ ἀσθενές. Οὗτοι γὰρ καὶ γέροντας ἔπεισαν σὺν ἱδρῶτι πολλῷ μακρὰν ἐξανύσαι πορείαν, καὶ τὰ σφαλλόμενα βήματα τῇ βακτηρίᾳ τοῦ λόγου στηρίζειν κατηνάγκα ζον· καὶ τὸ θῆλυ προέτρεψαν συνοδοιπορεῖν νεανί σκοις· καὶ τὴν νηπιάζουσαν ἡλικίαν ἕρπουσαν ἐν ταῦθα παρήγαγον μάρτυρες κατὰ θανάτου σκιρτῶν τες, ξίφεσιν ἐγγελῶντες, θυμὸν τυραννικὸν διαρπά ζοντες, θάνατον ἀθανασίας πρόξενον ἀνθαρπάζοντες, ἐν ἰδίῳ πτώματι τὴν νίκην οἰκειούμενοι, διὰ σώμα 10.1201 τος ἀναπηδῶντες πρὸς οὐρανόν. Τὰ μέλη διασκορπί ζοντες ἵνα σφίγξωσι τὰς ψυχὰς, τὰ κλῇθρα τῆς ζωῆς διαῤῥήξαντες ἵνα τὰς κλεῖς ἀνοίξωσι τῶν οὐρανῶν. Ὁ ἀπιστῶν ὅτι θάνατος καταλέλυται, ᾅδης πεπάτη ται, ὅτι τούτου τὰ δεσμὰ διεῤῥάγη· ὅτι τύραννος δέδεται· βλεπέτω μάρτυρας κυβιστῶντας κατὰ θα νάτου, καὶ τὴν τοῦ Χριστοῦ νίκην ἀνευφημοῦντας. Ὢ τοῦ θαύματος. Ἀφ' οὗπερ Χριστὸς τὸν ᾅδην ἐσκύλευσεν, ἄνθρωποι κατωρχήσαντο τοῦ θανάτου. Ποῦ σου, θάνατε, τὸ κέντρον; ποῦ σου, ᾅδη, τὸ νῖκος; Ἐσκύλευται ὁ ᾅδης καὶ ὁ διάβολος; καὶ τῆς ἀρχαίας ἀφῄρηται πανοπλίας· καὶ τοῦ οἰκείου κράτους ἐκβέβληται· καὶ καθάπερ ὁ Γολιὰθ τῷ οἰκείῳ ξίφει τὴν κεφαλὴν ἀπετμήθη, οὔτω καὶ ὁ διάβολος θάνατον γεννήσας, διὰ θανάτου τροποῦται· καὶ τὴν εὐχερῆ μέθοδον τῆς οἰκείας ἀπάτης, ὄργανον ἰσχυρὸν τῆς ἰδίας ἀπωλείας εὑρίσκει· καθάπερ ἄγκιστρον περιπαρεὶς τῇ Θεότητι, καὶ τὸ σύνηθες δέλεαρ καταπιὼν ἀγρεύεται σαφῶς ὁ ἀγρεύειν οἰόμενος· καὶ Θεὸν ἀντὶ ἀνθρώπου κρατήσας. ∆ιὰ τοῦτο μάρτυρες σκιρτῶσιν τὴν τοῦ δράκοντος κεφαλήν· καὶ πᾶν εἶδος βασάνων ὑπερορῶσιν. Ἀφ' οὗ γὰρ ὁ δεύτερος τὸν πρῶτον Ἀδὰμ ἐκ τοῦ πυθμένος τοῦ ᾅδου ὡς τὸν Ἰωνᾶν ἐκ τοῦ κήτους ἀνήγαγεν, καὶ τὸν ἀπατηθέντα, εἰς ἐντροπὴν τοῦ ἀπατήσαντος, οὐρανοπολίτην ἀνέδειξεν· ἐξ ἐκείνου πύλαι ᾅδου ἐκλείσθησαν· καὶ πύλαι οὐρανοῦ ἀνεῴχθησαν· ἀκώλυτον τοῖς μετὰ πίστεως ἀνιοῦσιν παραχωροῦσαι τὴν εἴσοδον. Πάλαι μὲν Ἰακὼβ κλίμακα ἐστηριγμένην ἕως τοῦ οὐρανοῦ ἐθεάσατο, καὶ τοὺς ἀγγέλους τοῦ Θεοῦ ἀναβαίνοντας καὶ καταβαίνοντας· νυνὶ δὲ διὰ τὸν ἄνθρωπον ἄνθρωπος γενόμενος ὁ φιλάνθρωπος τὸν ἀπάνθρωπον λακτίσας τῷ ποδὶ τῆς θεότητος, καὶ τὸν ἅνθρωπον βαστάσας τῇ χειρὶ τῆς χριστότητος, τὸν ἄβατον αἰθέρα ποσὶν ἀνθρωπίνοις πεζεύσασθαι παρεσκεύασεν. Τότε οἱ ἄγγελοι ἀνέβαινον καὶ κατέβαινον· νυνὶ δὲ ὁ τῆς μεγάλης βουλῆς Ἄγγελος οὐκ ἀναβαίνει καὶ καταβαίνει· καὶ πόθεν γὰρ ποῦ μεταστήσεται ὁ πανταχοῦ παρὼν, καὶ τὰ πάντα πληρῶν, καὶ ἐν τῇ χειρὶ συνέχων τὰ [κόσμου] πέρατα;
Ἅπαξ γὰρ κατέβη καὶ ἅπαξ ἀνέβη· οὐ 10.1204 μεταβάσει χρησάμενος φύσεως, ἀλλὰ συγκαταβάσει φιλανθρώπου χριστότητος· ὁ Λόγος τῷ Πατρὶ συγκαθήμενος, καὶ ὁ Λόγος ἐν τῇ μήτρᾳ αὐλιζόμενος, καὶ ὁ Λόγος πανταχοῦ