1

 2

 3

1

Ad Gregorium Nyssenum

ΛΟΓΟΣ ΙΑʹ.

Τοῦ αὐτοῦ, εἰς Γρηγόριον Νύσσης, τὸν τοῦ με γάλου Βασιλείου ἀδελφὸν, ἐπιστάντα μετὰ τὴν χειροτονίαν.

Αʹ. Φίλου πιστοῦ οὐκ ἔστιν ἀντάλλαγμα τῶν ὄντων οὐδὲν, οὐδέ τις σταθμὸς τῆς καλλο νῆς αὐτοῦ. Φίλος πιστὸς σκέπη κραταιὰ, καὶ ὠχυρωμένον βασίλειον. Φίλος πιστὸς θησαυρὸς ἔμ ψυχος. Φίλος πιστὸς ὑπὲρ χρυσίον καὶ λίθον τίμιον πολύν. Φίλος πιστὸς κῆπος κεκλεισμένος, πηγὴ ἐσφραγισμένη, κατὰ καιρὸν ἀνοιγόμενά τε καὶ με ταλαμβανόμενα. Φίλος πιστὸς λιμὴν ἀναψύξεως. Ἂν δὲ καὶ συνέσει διαφέρῃ, πηλίκον; Εἰ δὲ καὶ παι δείαν ἄκρος, καὶ παιδείαν παντοίαν, τήν τε ἡμετέραν λέγω καὶ τήν ποτε ἡμετέραν, ὅσῳ λαμπρότερον; Εἰ δὲ καὶ υἱὸς φωτὸς, ἢ ἄνθρωπος τοῦ Θεοῦ, ἢ ἐγ γίζων Θεῷ, ἢ ἀνὴρ ἐπιθυμιῶν τῶν κρειττόνων. ἤ τι τῶν τοιούτων ὀνομάζεσθαι ἄξιος, οἷς ἡ Γραφὴ τιμᾷ τοὺς ἐνθέους, καὶ ὑψηλοὺς, καὶ τῆς ἄνω μερί δος, τοῦτο μὲν ἤδη δῶρον Θεοῦ, καὶ φανερῶς ὑπὲρ τὴν ἀξίαν τὴν ἡμετέραν. Εἰ δὲ καὶ παρὰ φίλου πρὸς ἡμᾶς ἥκων, καὶ τούτου τήν τε ἀρετὴν ὁμοτίμου, καὶ τὴν φιλίαν τὴν ἡμετέραν, ἔτι τερπνότερόν τε καὶ χαριέστερον, καὶ μύρου τοῦ κοσμοῦντος πώγωνά τε ἱερέως καὶ ὤαν ἐνδύματος εὐωδέστερον. 35.833

Βʹ. Ἆρ' οὖν ἱκανὰ ταῦτα, καὶ μετρίως ὑμῖν τὸν ἄνδρα ὁ λόγος ἔγραψεν; Ἢ δεῖ, καθάπερ τοὺς ἐπιμελεῖς τῶν ζωγράφων, πολλάκις ἐπιβάλλειν τὰ χρώματα, ἵνα τελεωτέραν ὑμῖν τὴν τοῦ λόγου γραφὴν παραστήσωμεν; Καὶ δὴ γράψομεν ὑμῖν τελεώτερόν τε καὶ σαφέστερον. Τίς νομοθετῶν ἐπι φανέστατος; Μωϋσῆς. Τίς ἱερέων ἁγιώτατος; Ἀα ρών· οὐχ ἧττον ἀδελφοὶ τὴν εὐσέβειαν ἢ τὰ σώματα· μᾶλλον δὲ ὁ μὲν Θεὸς Φαραὼ, καὶ τοῦ Ἰσραὴλ προ στάτης καὶ νομοθέτης, καὶ τῆς νεφέλης εἴσω χωρῶν, καὶ θείων μυστηρίων ἐπόπτης τε καὶ μυ σταγωγὸς, καὶ τῆς σκηνῆς τῆς ἀληθινῆς τεχνίτης, ἣν ἔπηξεν ὁ Κύριος, καὶ οὐκ ἄνθρωπος· ἱερεῖς δὲ ὁμοίως ἀμφότεροι. Μωσῆς γὰρ, φησὶ, καὶ Ἀαρὼν ἐν τοῖς ἱερεῦσιν αὐτοῦ· ὁ μὲν ἄρχων ἀρχόντων, καὶ ἱερεὺς ἱερέων, χρώμενος μὲν ὅσα γλώσσῃ τῷ Ἀαρὼν, αὐτὸς δὲ τὰ πρὸς Θεὸν ἐκείνῳ γινόμενος· ὁ δὲ μετ' ἐκεῖνον μὲν εὐθὺς, πολὺ δὲ πρὸ τῶν ἄλλων ἀξίᾳ τε καὶ τῇ πρὸς Θεὸν ἐγγύτητι. Ἀμφότεροι βασα νίζοντες Αἴγυπτον, θάλασσαν τέμνοντες, τὸν Ἰσραὴλ διεξάγοντες, τοὺς ἐχθροὺς βαπτίζοντες, ἄρτον ἄνωθεν ἕλκοντες, ὕδωρ ἄπιστον ἐν ἐρήμῳ, τὸ μὲν ἐκδιδόντες, τὸ δὲ γλυκαίνοντες· ἀμφότεροι καταπολεμοῦντες τὸν Ἀμαλὴκ ἐκτάσει χειρῶν ἁγίᾳ, καὶ τύπῳ μυστη ρίου μείζονος· ἀμφότεροι πρὸς τὴν γῆν τῆς ἐπαγγε λίας, καὶ ὁδηγοῦντες καὶ σπεύδοντες. Μή τι γνωρι μώτερον τῆς εἰκόνος; Οὐ σαφῶς ὑμῖν τὸν ὁμώ νυμον ἐμοὶ καὶ ὁμόψυχον ὁ ζωγράφος λόγος ἀνετυπώσατο;

Γʹ. Τούτων ὁ μὲν ἔχρισεν ἡμᾶς, καὶ κρυπτομένους εἰς μέσον ἤγαγεν· οὐκ οἶδ' ὅ τι παθὼν, ἢ πῶς κινη θεὶς ἀναξίως τοῦ ἐν αὐτῷ πνεύματος· καὶ γὰρ εἰ τραχύτερος ὁ λόγος, ὅμως εἰρήσεται· πάντα οἴσει φιλία καὶ πάσχουσα καὶ ἀκούουσα. Ὁ δὲ παρα καλέσων ἥκει, καὶ συμβιβάσων, καὶ προσημερώ σων τῷ Πνεύματι. Μέγα μὲν, ὅτι καὶ νῦν, ἐμοί (πῶς δὲ οὐ μέγιστον; ὅς γε παντὸς ὑμᾶς τοῦ βίου προεστησάμην)· μέμφομαι δὲ, ὅτι τῆς χρείας ὕστε ρος. Πῶς μετὰ τὴν ἧτταν καὶ καταδρομὴν ἡ συμμαχία, ὦ φίλων ἄριστε καὶ συμμάχων; καὶ μετὰ τὴν ζάλην ὁ κυβερνήτης, καὶ μετὰ τὴν οὐλὴν τὸ φάρ μακον; Πότερον ὡς φιλάδελφος ᾐσχύνθης τὴν τυραν νίδα; Ἢ καὶ αὐτὸς ὡς δυνάστης ἐδυσχέρανας τὴν ἀπει θείαν; Ποτέρῳ τῶν ἀδελφῶν ἐγκαλεῖς, καὶ πότερον