1

 2

1

In ascensionem Christi

ΓΡΗΓΟΡΙΟΥ ΕΠΙΣΚΟΠΟΥ ΝΥΣΣΗΣ ΕΙΣ ΤΗΝ ΛΕΓΟΜΕΝΗΝ ΤΩΙ ΕΠΙΧΩΡΙΩΙ ΤΩΝ ΚΑΠΠΑ∆ΟΚΩΝ ΕΘΕΙ ΕΠΙΣΩΙΖΟΜΕΝΗΝ ΗΤΙΣ ΕΣΤΙΝ Η ΑΝΑΛΗΨΙΣ

ΤΟΥ ΚΥΡΙΟΥ ΝΜΩΝ ΙΗΣΟΥ ΧΡΙΣΤΟΥ

Ὡς γλυκὺς συνέμπορος τοῦ ἀνθρωπίνου βίου ὁ προφήτης ∆αβὶδ ἐν πάσαις ταῖς ὁδοῖς τῆς ζωῆς εὑρισκόμενος καὶ πάσαις ταῖς πνευματικαῖς ἡλικίαις προσφόρως καταμιγνύμε νος καὶ παντὸς τάγματος τῶν προκοπτόντων συνεφαπτόμενος· τοῖς κατὰ θεὸν νηπίοις συμπαίζει, τοῖς ἀνδράσι συναγωνίζεται, παιδαγωγεῖ τὴν νεότητα, ὑποστηρίζει τὸ γῆρας, τοῖς πᾶσι πάντα γίνεται· στρατιωτῶν ὅπλον, ἀθλητῶν παιδοτρίβης, γυμναζομένων παλαίστρα, νικώντων στέφανος, ἐπιτραπέζιος εὐφροσύνη, ἐπικήδειος παραμυθία. οὐκ ἔστι τι τῶν κατὰ τὸν βίον ἡμῶν τῆς χάριτος ταύτης ἀμέτοχον· τίς προσευχῆς δύναμις, ἧς μὴ ∆αβὶδ συνεφάπτεται; τίς ἑορτῆς εὐφροσύνη μὴ τοῦ προφήτου ταύτην φαιδρύνοντος; ὃ δὴ καὶ νῦν ἔστιν ἰδεῖν, ὅτι καὶ ἄλλως μεγάλην ἡμῖν οὖσαν τὴν ἑορτὴν μείζονα δι' ἑαυτοῦ ὁ προφήτης ἐποίησε προσφόρως τῇ ὑποθέσει τὴν ἐκ τῶν ψαλμῶν συνεισενεγκὼν εὐφροσύνην. ἐν μὲν γὰρ τῷ ἑνὶ πρόβατόν σε κελεύει γενέσθαι παρὰ τοῦ θεοῦ ποιμαινό μενον καὶ οὐδενὸς τῶν ἀγαθῶν ὑστερούμενον, ᾧ καὶ πόα νομῆς καὶ ὕδωρ ἀναπαύσεως καὶ τροφὴ καὶ σκηνὴ καὶ 9.324 τρίβος καὶ ὁδηγία καὶ πάντα γίνεται ὁ ποιμὴν ὁ καλὸς πρὸς πᾶσαν χρείαν τὴν ἑαυτοῦ χάριν προσφόρως καταμερίζων· δι' ὧν ἁπάντων παιδεύει τὴν ἐκκλησίαν, ὅτι χρή σε πρόβατον πρῶτον γενέσθαι τοῦ καλοῦ ποιμένος διὰ τῆς ἀγαθῆς κατηχή σεως πρὸς τὰς θείας τῶν διδαγμάτων νομάς τε καὶ πηγὰς ὁδηγούμενον εἰς τὸ συνταφῆναι αὐτῷ διὰ τοῦ βαπτισμοῦ εἰς τὸν θάνατον καὶ μὴ φοβηθῆναι τὸν τοιοῦτον θάνατον· οὐ γὰρ θάνατος οὗτός ἐστιν, ἀλλὰ θανάτου σκιὰ καὶ ἐκτύπωμα.

Ἐὰν γὰρ πορευθῶ, φησίν, ἐν μέσῳ σκιᾶς θανάτου, οὐ φοβηθήσομαι ὡς κακὸν τὸ γινόμενον, ὅτι σὺ μετ' ἐμοῦ εἶ. μετὰ ταῦτα παρακαλέσας τῇ βακτηρίᾳ τοῦ πνεύματος (ὁ γὰρ παράκλητος τὸ πνεῦμά ἐστι) τὴν μυστικὴν προτίθησι τράπεζαν τὴν ἐξ ἐναντίου τῆς τῶν δαιμόνων τραπέζης ἑτοιμασθεῖσαν· ἐκεῖνοι γὰρ ἦσαν οἱ διὰ τῆς εἰδωλολατρίας τὴν ζωὴν τῶν ἀνθρώπων ἐκθλίβοντες· ὧν ἐξ ἐναντίου ἡ τοῦ πνεύματος τράπεζα. εἶτα μυρίζει τὴν κεφαλὴν τῷ ἐλαίῳ τοῦ πνεύματος καὶ προθεὶς αὐτῷ οἶνον τὸν τὴν καρδίαν εὐφραίνοντα τὴν νήφουσαν ἐκείνην μέθην ἐμποιεῖ τῇ ψυχῇ στήσας τοὺς λογισμοὺς ἀπὸ τῶν προσκαίρων πρὸς τὸ ἀίδιον· ὁ γὰρ τῆς τοιαύτης γευσάμενος μέθης διαμείβεται τοῦ ὠκυμόρου τὸ ἀτελεύτητον εἰς μακρότητα ἡμερῶν τὴν ἐν τῷ οἴκῳ τοῦ θεοῦ διαγωγὴν παρατείνων. Τοιαῦτα ἡμῖν ἐν τῷ ἑνὶ τῶν ψαλμῶν χαρισάμενος πρὸς μείζονα καὶ τελεωτέραν εὐφροσύνην ἐν τῷ ἑξῆς ψαλμῷ τὴν ψυχὴν ἐπεγείρει, καὶ, εἰ δοκεῖ, καὶ τούτου τὴν διάνοιαν ὑμῖν παραθώμεθα δι' ὀλίγων ἐπιτεμόμενοι· Τοῦ κυρίου ἡ γῆ καὶ τὸ 9.325 πλήρωμα αὐτῆς. τί οὖν ξενίζῃ, ὦ ἄνθρωπε, εἰ ὁ θεὸς ἡμῶν ἐπὶ τῆς γῆς ὤφθη καὶ τοῖς ἀνθρώποις συνανεστράφη; κτίσμα γὰρ ἐκείνου ἡ γῆ, διότι καὶ ποίημα. οὐκοῦν οὐδὲν καινὸν οὐδὲ ἔξω τοῦ πρέποντος τὸ εἰς τὰ ἴδια ἐλθεῖν τὸν δεσπότην· οὐ γὰρ ἐν ἀλλοτρίῳ γίνεται κόσμῳ, ἀλλ' ὃν αὐτὸς συνεστήσατο ὁ ἐπὶ θαλασσῶν θεμελιώσας τὴν γῆν καὶ πρὸς τὴν τῶν ποταμῶν δίοδον εὔθετον αὐτὴν εἶναι παρασκευάσας. ὑπὲρ τίνος οὖν ἡ παρουσία; ἵνα σε τῶν βαράθρων τῆς ἁμαρτίας ἐκβαλὼν ἐπὶ τὸ ὄρος ἀγάγῃ τῆς βασιλείας ὀχήματι πρὸς τὴν ἄνοδον τῇ κατ' ἀρετὴν πολιτείᾳ χρησάμενον· οὐ γὰρ ἔστιν ἀνελθεῖν ἐπὶ τὸ ὄρος ἐκεῖνο, εἰ μή <τις> ταῖς ἀρεταῖς συνοδεύσειε ταῖς μὲν χερσὶν ἀθῷος γενόμενος καὶ μηδεμιᾷ πονηρᾷ πράξει ῥυπούμενος, καθαρὸς δὲ τῇ