1
In sanctum Antonium (homilia 8)
Τοῦ μακαριωτάτου Ἡσυχίου, πρεσβυτέρου Ἱεροσολύμων, ἐγκώμιον εἰς τὸν ὅσιον πατέρα ἡμῶν Ἀντώνιον.
1 ∆ικαίων μνήμῃ καὶ ὁ κόσμος ἀγάλλεται, δικαίων μνήμῃ καὶ ὁ κόσμος
φωτίζεται, δικαίων μνήμῃ καὶ ἡ ἀνθρωπότης σκιρτᾷ, δικαίων μνήμῃ καὶ πᾶς τις ἀκούων ἀγάλλεται. Νῦν Ἀντώνιος μνημονεύεται καὶ πάντες τῇ μνήμῃ φωτιζόμεθα, Ἀντώ νιος ὁ τῶν οὐρανῶν πολίτης, ὁ πάσης ἀρετῆς καθηγητής, ὁ τοὺς ἀσάρκους ἐν σαρκὶ μιμησάμενος, ὁ τῶν ἐκκλησιῶν λύχνος, ὁ τῶν ἱερέων παιδοτρίβης, τὸ τῆς παρθενίας ἄνθος, τὸ τῆς ἁγνείας ἀπαύ γασμα, τῶν ἐν «ὄρεσι καὶ σπηλαίοις» ὁ στέφανος, τὸ τῆς καρ τερίας ὑπόδειγμα, ὁ τῆς ἐγκρατείας ἐργάτης, ὁ ἀήττητος πύκτης, τῶν προφητῶν ἡ στήλη, τῶν ἀποστόλων τὸ ἔσοπτρον, ὁ μετὰ θεοῦ καὶ ἀνθρώπων δυνατός, ὁ μηδὲν ἐπὶ γῆς ἔχων, ὅλος δὲ εἰς οὐρανὸν ὁρῶν, ἄνω τοὺς ὀφθαλμοὺς τείνων καὶ πρὸς ἐκεῖνο τὸ βραβεῖον τὸν δρόμον ἐπειγόμενος.
2 Ὁ πιστὸς ὡς Ἀβραάμ, ὡς ὁ Ἰσαὰκ εὐπειθής, καρτερικὸςὡς ὁ Ἰακώβ, ὡς Ἰωσὴφ σιτοδοτῶν τὴν Αἴγυπτον, θαυμάτων παντοδαπῶν ὡς Μωυσῆς ἡνιοχῶν τῇ διδασκαλίᾳ, ἔψαλλεν ὡς ∆αυὶδ καὶ τοὺς δαίμονας ἤλαυνε, ναὸν ἑαυτὸν μείζονα τῷ θεῷ προσήγαγεν, ὡς ∆ανιὴλ ἐπέταττε τοῖς λέουσιν, ὡς ὁ Βαπτιστὴς ἐκκλησιάζει τὴν ἔρημον, ὡς ὁ Θεολόγος «ἐπὶ τὸ στῆθος τοῦ Ἰη σοῦ» διὰ τῆς εὐαγγελικῆς μελέτης «ἀνακείμενος», «καθ' ἡμέ ραν» ὡς Παῦλος «ἀπέθνῃσκεν».
3 Ἀλλὰ γὰρ καὶ ἡμεῖς ἀντλοῦμεν καὶ ἡ ληνὸς ὑπερβλύζει, οἱ πίθοι γέμουσιν, «ὑπερχεῖται τὰ ὑπολήνια»· ὅσον τρέχομεν, μεῖζον τὸ στάδιον γίνεται· ὅσον ὁ πλοῦς ἀνύεται, τοσοῦτον τῆς θαλάσσης δηλοῦται τὸ ἀμέτρητον. ∆εῦρο τοίνυν καὶ ἡμεῖς τὰ τοῦ Παύλου εἴπωμεν· «Ἐπιλείψει με διηγούμενον ὁ χρόνος ἐπὶ Γεδεών, Βαράκ, Σαμψών, Ἰεφθάε, ∆αυίδ τε καὶ Σα μουὴλ καὶ τῶν προφητῶν»· τούτους γὰρ ἐν αὑτῷ ὁ πατὴρ τῶν συγκροτουμένων θεάτρων ἀνέλαβε· πολλῶν γὰρ χρεία ῥημάτων καὶ ὁδηγὸς ἐγὼ τοῖς πράγμασιν, ἐπειδὴ κάμνει ὁ λόγος τὸ ἔργον ἐξηγούμενος. Ἕτερον σκιᾶς χαρακτήρ, ἕτερον ἀληθείας ἐνέρ γεια. Ἄλλο εἰκὼν καὶ ἄλλο τοῦτο οὗπερ εἰκὼν τυγχάνει τὸ δει κνυόμενον· εἰκονίζουσιν οἱ λόγοι τὸ ἔργον, ἀλλ' οὐχ οὕτως ἡ γλῶσ σα λέγει ὥσπερ ἡ χεὶρ εὐεργετεῖ. Ἕτερον φωνὴ ῥημάτων, ἕτερον ὀσμὴ κατορθωμάτων· ἐκείνη περὶ τὸν ἀέρα βρίθει, αὕτη φθάνει τὸν οὐρανὸν καὶ τοὺς ἄνω πληροφορεῖ, αὕτη τοῖς ἄνω παρίσταται.
4 «Ἐπιλείψει με, φησί, διηγούμενον ὁ χρόνος.» Εἰ δὲ Παῦ λον ὁ χρόνος ἐπέλιπε τὰ τῶν ἁγίων κατορθώματα λέγοντα, Παῦ λον ἐν ᾧ Χριστὸς ἐλάλει, ἐν ᾧ τὸ πλήρωμα τῆς ἐκκλησίας ἐφίκετο, θησαυρὸς γνώσεως ἀνελλιπὴς ἐκέκρυπτο- μέταλλον ἦν τῆς ἐπιστήμης, ἄνωθεν τὸν νόμον καὶ τοὺς προφήτας ἠρευνᾶτο, γλῶσ σαν εἶχεν ἐν ὅλῳ τῷ κόσμῳ καθάπερ ἐν ἑνὶ θεάτρῳ σαλπίζουσαν-, τί πράξωμεν ἡμεῖς οἱ πτωχοὶ καὶ ἐνδεεῖς; Τί πράξωμεν οἷς ὁ λόγος ἀδίδακτος, οἷς ἀσθενὴς γλῶττα, βραδὺς ὁ νοῦς καὶ ἡ καρδία ἀπαίδευτος, οἳ μήτε τὴν ἔξωθεν γνῶσιν μεμαθήκαμεν, μήτε ἐλαχίστως τὴν ἔνδον γυμναζόμεθα;
5 Οὐκ ἔστι πολιτεία τὴν παρρησίαν ἕλκουσα, οὐδὲ βίος ἀντὶ λόγου φθεγγόμενος. Πόθεν Ἀντωνίῳ τὸν χιτῶνα τῶν ἐπαίνων ὑφάνωμεν; Στεφανούτω νῦν αὐτὸν ἡ τοῦ ∆αυὶδ κιθάρα· περὶ αὐτοῦ γὰρ ἐν κεφαλίδι βιβλίου καὶ τῶν ὁσίων αὐτοῦ ἔργων γέ γραπται· «Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν κύριον, ἐν ταῖς ἐν τολαῖς αὐτοῦ θελήσει σφόδρα· δυνατὸν ἐν τῇ γῇ ἔσται τὸ σπέρμα αὐτοῦ»· σπέρμα γὰρ ἐκείνου τὰ πανταχοῦ τῆς Αἰγύπτου, μᾶλ λον δὲ τὰ πάσης τῆς γῆς τῶν ἁγίων