1
Historiae
ΝΕΙΛΟΣ ΧΡΙΣΤΟ∆ΟΥΛΩΙ.
ἐπειδή σε βούλεσθαι οἶδα μηδὲν τῶν ἡμετέρων ἀγνοεῖν, εἰ καὶ μηδέν τι γενναῖον ἔχοιμεν λέγειν, ἅ γε ἔνεστι, σιωπᾷν οὐ θέμις. οἶσθα τοὺς περιπάτους οὓς ἑκάστοτε μετὰ τῶν φίλων ποιούμεθα, ἐν οἷς πολλὰ, τὰ μὲν σπουδῇ, τὰ δὲ παιδιᾷ προσήκοντα λέγεται. ἐν τούτοις τινῶν τὸν τῶν βασιλέων διεξιόντων πόλεμον, ὅπως τε τὴν ἀρχὴν συνέστη καὶ ἤκμασεν εἰς τοσοῦτον, καὶ τί τὸ πεῖσαν τοὺς γενναίους ἀγνοῆσαι τὴν φύσιν, καὶ πότερος αὐτῶν μάχης ἤρξατο, καὶ τίς πρὸς διαλλαγὰς ὀξύτε 1.8 ρος· οἱ μὲν τὸν πάππον, οἱ δὲ τὸν νεώτερον αἰτίαις ἐνέχεσθαι ἠξίουν. ἐγὼ δὲ ἀκούων ἐπλήγην τοῖς λόγοις, ῥᾳθυμίαν κατεγνωκὼς τῶν ἀνδρῶν, οἳ παρηκολουθηκότες τοῖς πράγμασιν ἐξ ἀρχῆς, οὐ κατέλιπον τῷ βίῳ τὴν τῶν πεπραγμένων διήγησιν. ἀλλ' ἔστι καὶ περὶ ἐκείνων διπλᾶ λογίζεσθαι, καθάπερ καὶ περὶ τῶν Εὐκλείδου φασίν. ἀλλὰ σὺ δίκαιος ἂν εἴης ἀπαλλάττειν πραγμάτων ἡμᾶς, τά τε ἐπὶ τῶν βασιλέων τά τε ἐφ' ἡμῶν γεγονότα διδάξας· τὸ δ' ἂν γένοιτο, ἐπιτομωτάτῃ χρησάμενος ὁ δῷ τινι συγγραφῆς, δι' ἧς μόνης ἔξεστι τἀληθὲς εὑρεῖν. καὶ ὅτε γὰρ τὰ κοινὰ διετέλεις πράττων, σωτηρία τοῖς πράγμασιν ἦσθα· καὶ νῦν σαυτοῦ γεγονὼς, ἀληθείας καὶ δικαιοσύνης παράδειγμα τὸν βίον κατέστησας τὸν σαυτοῦ. ὡς μὲν οὖν τῶν γεγονότων καὶ νομιζόμενος καὶ ὢν αὐτουργὸς, οὐκ ἀγνοήσεις δήπου τὰ σά· ὡς δὲ μηδὲν τῆς ἀληθείας διὰ βίου πρότερον ἡγησάμενος, τἀληθὲς ἐρεῖς· ὡς δὲ ῥᾳθυμίαν ἐξορίσας παντάπασι τῆς ψυχῆς, οὐ λογιῇ τὸν ἐπὶ τῷ πράγματι πόνον. ἔστι δὲ καὶ εἰς παράδειγμα τὴν ἡμετέραν ἱκετείαν ἀνενεγκεῖν. ἄν τε γὰρ τοὺς ἔξωθεν, ἄν τε τοὺς ἡμετέρους ἡγεμόνας ἐνθυμηθῇς, οὐδαμῶς ἀτιμάσεις τὴν ἱστορίαν. καὶ οὗτοι γὰρ κἀκεῖνοι ἐπὶ τὸ συγγράφειν καθῆκαν ἑαυτοὺς, οὐ μικρὰ τὸν ἀνθρώπινον βίον ἐκ τοιούτων ὀνήσειν οἰόμενοι. καὶ ἁπλῶς δὲ εἰπεῖν, οἱ μὲν ἠθικοὶ τῶν λόγων, ὅσοι ἢ ἀρετὴν ἐπῄνεσαν ἢ κακίαν διέβαλον, καλοί 1.9 τέ εἰσι καὶ θαυμάζεσθαι δίκαιοι· εἰ δὲ καὶ δυνατὸν κατὰ τούτους τοὺς ἀνθρώπους βιῶναι, ἐνταῦθα δὴ πολὺς ὁ λόγος, τινῶν ἀξιούντων μὴ δύνασθαι τὰ πράγματα διὰ τέλους συμβαίνειν τοῖς λόγοις. οἷς δὲ ἐμέλησε πράξεις ἀνδρῶν ἀναγράφειν, ἐξ ὧν ἀρετὴν καὶ κακίαν, τὴν μέν ἐστιν ἑλέσθαι, τὴν δὲ φυγεῖν, τοῖς τοιούτοις ἀντιλέγειν οὐ πάνυ τοι ῥᾴδιον, ὅτι μὴ λογισμοῖς, ἀλλὰ πράγμασι πείθουσιν, οἷς ἐρίζειν μανία σαφής. ὡς οὖν τὰ μέγιστα ὀνήσων τὸν ἀνθρώπινον βίον, ἂν μὴ κατ' ἐλπίδας τὰ παρόντα ἐκβῇ, ἐξ ὧν ἐστι τούς τε ἄλλους εὖ ποιεῖν καὶ τὸ σαυτοῦ διασώζειν ἦθος, ἑλοῦ. ΧΡΙΣΤΟ∆ΟΥΛΟΣ ΝΕΙΛΩΙ. Ἐπῄνεσα σοῦ τὸν τρόπον, ὦ φίλε Νεῖλε, τὴν σὴν ἐπιστολὴν ἀναγνούς. τὸ γὰρ μαθεῖν ἐθέλειν ἃ τοῖς βασιλεῦσι Ῥωμαίων συνέβησαν ἐφ' ἡμῶν, τἀληθές ἐστιν εἰδέναι ποθοῦντος. παράδοξα γάρ τινα καὶ ἀλλόκοτα συνέβησαν ἐπ' αὐτῶν καὶ οὐδαμῶς προσόμοια τοῖς ἐπὶ τῶν προτέρων βασιλέων, ἀλλὰ πολύν τινα τὸν παράλογόν ἐστιν εὑρεῖν ἐν αὐτοῖς, ἔν τε ταῖς ἀγχιστρόφοις τῶν πραγμάτων μεταβολαῖς καὶ ἐν τοῖς τῶν ἀνθρώπων ἤθεσι καὶ βίοις, τῶν μὲν εἰς τὸ πάντη εὐσταθὲς καὶ ἀκίνητον καὶ μηδαμῶς εἶκον ταῖς μεταβολαῖς τῶν πραγμάτων ἑαυτοὺς κάλλιστα ἁρμοσάντων, τῶν δὲ τοὐναντίον ἅπαν Εὐρί 1.10 που δίκην μεταφερομένων ἀεὶ καὶ ἀστατούντων. οὐ μὴν ἀλλὰ καὶ τῶν τοῦ θεοῦ κριμάτων τὸ βάθος φανεῖται τῷ βουλομένῳ τοῖς πράγμασι προσέχειν ἐπιμελῶς. τούτου δὴ χάριν ὤκνουν ἐπιπολὺ τῶν λόγων ἅψασθαι τουτωνὶ, τῆς διηγήσεως ἀναλογιζόμενος τὸ πολυειδὲς καὶ ποικίλον· ἐπεὶ δὲ φιλίας οὐδὲν ἰσχυρότερον οὐδὲ πιθανώτερον καὶ τοῖς ὑπὲρ δύναμιν ἐγχειρεῖν, ταύτῃ βιασθεὶς κἀγὼ ἤδη ἄρχομαι λόγου. ὁ δὲ τῆς ἀληθείας θεὸς μὴ περιέλοι λόγον ἀληθείας ἐκ στόματός μου· οὐ γὰρ ἀπεχθείᾳ τινὶ ἢ φιλίᾳ, ἐξ ὧν τὸ ψεῦδος ἐπιπολὺ τίκτεται, πρὸς τούτους ὑπήχθην τοὺς λόγους, ἀλλ' ἀληθείας ἕνεκα καὶ πρὸς