1
ALIA FRAGMENTA Καὶ ὁ θαυμασιώτατος Ἰουστῖνος ὀρθῶς ἐξεφώνησεν ἐοι κέναι τοὺς προειρημένους λῃσταῖς. Ἰουστῖνος δὲ ὁ Νεαπολίτης, ἀνὴρ οὔτε τῷ χρόνῳ πόῤῥω ὢν τῶν ἀποστόλων οὔτε τῇ ἀρετῇ, κληρονομεῖσθαι μὲν τὸ ἀποθνῆσκον, κληρονομεῖν δὲ τὸ ζῶν λέγει, καὶ ἀποθνήσκειν μὲν σάρκα, ζῆν δὲ τὴν βασιλείαν τῶν οὐρανῶν. Πλάσας ὁ θεὸς κατ' ἀρχὰς τὸν ἄνθρωπον τῆς γνώμης αὐτοῦ τὰ τῆς φύσεως ἀπῃώρησεν, ἐντολῇ μιᾷ ποιησάμενος τὴν διάπειραν. Φυλάξαντα μὲν γὰρ ταύτην τῆς ἀθανάτου λήξεως πεποίηκεν ἔσεσθαι, παραβάντα δὲ τῆς ἐναντίας. Oὕτω γεγονὼς ὁ ἄνθρωπος καὶ πρὸς τὴν παράβασιν εὐθὺς ἐλθὼν τὴν φθορὰν φυσικῶς εἰσεδέξατο. Φύσει δὲ τῆς φθορᾶς προσ γενομένης ἀναγκαῖον ἦν ὅτι σῶσαι βουλόμενος ἦν τὴν φθορο ποιὸν οὐσίαν ἀφανίσας. Τοῦτο δὲ οὐκ ἦν ἑτέρως γενέσθαι, εἰ μήπερ ἡ κατὰ φύσιν ζωὴ προσεπλάκη τῷ τὴν φθορὰν δεξα μένῳ, ἀφανίζουσα μὲν τὴν φθοράν, ἀθάνατον δὲ τοῦ λοιποῦ τὸ δεξάμενον διατηροῦσα. ∆ιὰ τοῦτο τὸν λόγον ἐδέησεν ἐν σώματι γενέσθαι, ἵνα τοῦ θανάτου τῆς κατὰ φύσιν ἡμᾶς φθο ρᾶς ἐλευθερώσῃ. Eἰ γάρ, ὥς φατε, νεύματι μόνον τὸν θά νατον ἡμῶν ἀπεκώλυσεν, οὐ προσῄει μὲν διὰ τὴν βούλησιν ὁ θάνατος, οὐδὲν δὲ ἧττον φθαρτοὶ πάλιν ἦμεν, φυσικὴν ἐν ἑαυ τοῖς τὴν φθορὰν περιφέροντες. Oὐ τὸν θεὸν βλάψομεν ἀγνοοῦντες αὐτόν, ἀλλ' ἑαυτοὺς ἀποστερήσομεν τῆς αὐτοῦ φιλίας. Oὔτε τὸ φῶς ἔσται σκότος ποτέ, ἕως ἂν ᾖ φῶς, οὔτε ἡ τῶν παρ' ἡμῖν πραγμάτων ἀλήθεια διελεγχθήσεται. Ἀλήθεια γάρ ἐστι, καὶ ταύτης ἰσχυρότερον οὐδέν. Πρὸς σκληρὰν καὶ ἀπειθῆ καρδίαν λόγος ὑγιὴς οὐκ εἰσ έρχεται, ἀλλ' ὥσπερ ἀντιτυπούμενος πρὸς ἑαυτὸν ἐπανέρ χεται. Ὡς δὲ σώματος ἀγαθὸν ὑγεία, οὕτως ψυχῆς ἀγαθὸν γνῶ σις θεοῦ, ὑγεία τις οὖσα ψυχῆς, καθ' ἣν πρὸς θεὸν ὁμοίωσις γίνεται. Ὥσπερ πᾶσι τοῖς γενομένοις σώμασιν ὑπὸ τοῦ θεοῦ συνυπάρχει καὶ τὸ σκιὰν ἔχειν, οὕτως καὶ τῷ θεῷ, δικαίῳ ὄντι, τοῖς τὰ καλὰ ἑλομένοις καὶ τοῖς τὰ κακὰ προτιμήσασιν ἀκόλουθόν ἐστι τὸ κατ' ἀξίαν ἑκάστῳ ἀπονεῖμαι. ∆υσαναβίβαστος ἡ ψυχὴ πρὸς ταῦτα ἀφ' ὧν ὠλίσθησε καλῶν, δυσεκβίβαστός τε τούτων ὧν συνειθίσθη κακῶν. Eἰ μὲν σαυτόν ποτε ἠθέλησας μέμψασθαι, τῷ φαρμάκῳ τῆς μετανοίας τάχα ἂν χρηστάς τινας ἐλπίδας ἐθρεψάμην ἐπὶ σοί, ἐπειδὴ δὲ τελείως κατεφρόνησας τοῦ φόβου καὶ αὐτῆς κατέπτυσας τῆς εἰς Χριστὸν πίστεως, βέλτιόν σοι ὑπῆρχεν ἵνα μὴ ἐγενήθης ἀπὸ γαστρός. Λανθάνει μέν, ὡς εἰκός, αὐτοὺς ὡς ἐκ πλάνης τῇ ἀλη θείᾳ διὰ τῆς ὄντως πίστεως ἐξεστηκώς, αὐτὸς δὲ ἀληθῶς οἶδεν