ΤOΥ AΓIOΥ IOΥΣΤIΝOΥ ΦIΛOΣOΦOΥ ΚAI ΜAΡΤΥΡOΣ AΝAΤΡOΠH ∆OΓΜAΤΩΝ ΤIΝΩΝ AΡIΣΤOΤEΛIΚΩΝ.
Τῶν κατὰ τὴν ἀνθρωπίνην σπουδὴν εἰς θεραπείαν τοῦ θεοῦ ὑπὸ τῶν ἀνθρώπων γινομένων καλῶν οὐδὲν οὕτως ἐστὶ δεκτὸν τῷ θεῷ, ὡς τὸ κατὰ δύναμιν σπουδάζειν βελτίους ποιεῖν τοὺς ἀνθρώπους. Ταύτην οὖν τὴν προθυμίαν ἐν ὑμῖν, ὦ τιμιώτατε πρεσβύτερε Παῦλε, σφόδρα οὖσαν διάπυρον ὁρῶν, ἑτοίμως ὑμῖν ὑπήκουσα περὶ ὧν ἐνετείλασθέ μοι βραχεῖάν τινα ποιήσασθαι τὴν ἐκλογὴν τῶν ἑλληνικῶν περὶ θεοῦ καὶ κτίσεως δογμάτων, οὐχ ἵνα τι γνῷς ἀληθὲς ἐξ αὐτῶν (πῶς γὰρ ἂν ὁ ἄνωθεν ἔχων τὴν διὰ τῶν προφητῶν περὶ τούτων διδασκαλίαν παρ' αὐτοῦ τοῦ τὴν κτίσιν πεποιηκότος θεοῦ;), ἀλλ' ἵνα γνῷς μὴ κατὰ τὴν ἀποδεικτικὴν ἐπιστήμην, καθ' ἣν ἐπαγγέλλον ται Ἕλληνες περὶ θεοῦ τε καὶ κτίσεως τοὺς λόγους ποιεῖν, τοῦτο πεποιηκότας, ἀλλ' εἰκασμῷ τὸ δοκοῦν διορισαμένους. Τῶν περὶ θεοῦ καὶ κτίσεως τοὺς λόγους πεποιημένων ἀνθρώ πων οἱ μὲν παρ' αὐτοῦ τοῦ τὴν κτίσιν πεποιηκότος θεοῦ τὴν διδασκαλίαν ἐδέξαντο περὶ θεοῦ καὶ κτίσεως διὰ τῶν προφη τῶν, τῶν πρὸς τοῦτο ὑπουργησάντων τῷ θεῷ, οὓς πρῶτον θείοις ἔργοις τοῖς δι' αὐτῶν γιγνομένοις ἀξίους τοῦ πιστεύε σθαι ἀνέδειξεν, εἶθ' οὕτως περὶ τῶν τοῖς διδασκομένοις ἀδήλων τὴν διδασκαλίαν παρέσχεν· οἱ δέ, τοῖς διὰ τῶν προ φητῶν ἀπιστήσαντες λόγοις, τοῖς οἰκείοις αὑτῶν λογισμοῖς ἐπέτρεψαν θεογνωσίας τὴν εὕρεσιν. Καὶ κατ' ἐκείνους μὲν τοὺς ἐκ διδασκαλίας θεοῦ καὶ κτίσεως ἐγνωκότας τὴν διαφο ρὰν εἷς ἐστιν ὁ θεός, καθ' ἑκάτερον τὸν τῆς ἀγενεσίας τρό πον ἀγένητος ὤν, θεὸν δὲ ἢ θεοὺς οὔτε πρὸ αὑτοῦ οὔτε μεθ' αὑτὸν ἐσχηκώς, συναΐδιον οὐκ ἔχων οὔτε ὑποκείμενον οὔτε ἀντι κείμενον, ἄφθαρτον ἔχων τὴν οὐσίαν καὶ ἀνεμπόδιστον τὴν ἐνέργειαν, δημιουργὸς ὢν τοῦ κόσμου παντός, ἀρχὴν ἔχοντος τοῦ εἶναι καὶ τοῦ τὶ εἶναι καὶ τοῦ πῶς διαμένειν τὴν ἐκείνου θέλησιν. Ἢ γὰρ ἐν ἀφθαρσίᾳ διαμένει τὰ μέρη τοῦ κόσμου, ὡς ὁ οὐρανὸς καὶ τὰ οὐράνια καὶ αἱ ἀόρατοι δυνάμεις, ἢ ἐν τῷ γίνεσθαί τε καὶ φθείρεσθαι, ὡς τὰ ἐπὶ γῆς ζῶά τε καὶ φυτά. Καὶ ὥσπερ τὸ γεγονὸς οὐκ ἂν ἐγένετο μὴ ἐκείνου προσ τάξαντος Γενηθήτω, οὕτως οὐδ' ἂν διέμεινε μὴ ἐκείνου θε μένου τὸ πρόσταγμα, τοῖς μὲν ἀφθάρτοις τοῦ ἑστάναι εἰς τὸν αἰῶνα τοῦ αἰῶνος, τοῖς δὲ ἐν γενέσει καὶ φθορᾷ τοῦ Aὐ ξάνεσθε καὶ πληθύνεσθε καὶ πληρώσατε τὴν γῆν. Πρὸς ἔν δειξιν δὲ τῆς θείας αὐτοῦ δυνάμεως καὶ τοῦ μὴ νόμῳ φύσεως αὐτὸν δουλεύειν, ἀλλ' αὐθεντίᾳ βουλήσεως τὸ δοκοῦν ἐρ γάζεσθαι, τὰ μὲν ἐν ἀρχῇ τῶν ἐν γενέσει καὶ φθορᾷ φύσεως ἐκ τῆς γῆς καὶ τῶν ὑδάτων ἐποίησε, προστάξας· Ἐξαγαγέτω ἡ γῆ ψυχὴν ζῶσαν κατὰ γένος καὶ φυτὰ ἔχοντα ἐν ἑαυτοῖς τὸ σπέρμα καὶ ξύλα ποιοῦντα καρπούς· καὶ πάλιν· Ἐξαγαγέτω τὰ ὕδατα ψυχὴν ζῶσαν κατὰ γένος· τὰ δὲ ἐκ τῶν γεναρχῶν γεγενημένα ἐκ τῆς καταβολῆς τοῦ σπέρματος γενέσθαι ὡρίσατο.