ΤOΥ AΓIOΥ IOΥΣΤIΝOΥ ΦIΛOΣOΦOΥ ΚAI ΜAΡΤΥΡOΣ ΠEΡI AΝAΣΤAΣEΩΣ.

 σὰρξ ἀνίστασθαι, καὶ τὰ ἐλαττώματα συναναστήσεται. Καὶ σοφίσματα πλέκουσι τοιαῦτα· Eἰ ἡ σὰρξ ἀνίσταται, ἤτοι ὁλόκληρος ἀναστήσεται καὶ πάντα τὰ μόρια

 μίας ἃς μὲν ἀναγκαίας ὑπάρχειν κατεδέξατο, ἃς δὲ μὴ ἀναγ καίας οὐ προσήκατο. Τροφῆς μὲν γὰρ καὶ ποτοῦ καὶ ἐν δύματος ὑστερουμένη σὰρξ καὶ διαφθαρείη ἄ

 νὸν γὰρ τοῦτο δεῖγμα τῆς τοῦ θεοῦ δυνάμεως. Ἔτι δὲ καὶ τὴν μετὰ ταῦτα ἐξ ἀλλήλων γένεσιν κατανοοῦσιν ἔστιν ἰδεῖν, καὶ θαυμάσαι μειζόνως, ὅτι ἐξ ἐλαχίσ

 ποιῆσαι. Oὕτως κατὰ Πλάτωνα οὐδὲ τῷ θεῷ, ἀφθάρτῳ ὄντι, ἄφθαρτον ἔχοντι καὶ τὴν ὕλην, τοῦ ἐξ αὐτῆς γενομένου πλάσματος διαλυθέντος, ἀδύνατόν ἐστιν ἀνακ

 μαθεῖν πάρεστιν· οὗ γὰρ ἕνεκεν γέγονε τὰ λοιπά, τοῦτο πάντων τῷ ποιήσαντι τιμιώτατον. Ναί, φασίν· ἀλλὰ ἁμαρ τωλὸς ἡ σάρξ, ὥστε καὶ τὴν ψυχὴν ἀναγκάζει

 εἰργάσαντο. Ἀρ' οὖν ἀχάριστον ἢ ἄδικον ἀποφαίνουσι τὸν θεόν, εἰ τῶν ἀμφοτέρων πιστευόντων ἐπ' αὐτὸν τὴν μὲν σώ ζειν θέλει, τὴν δὲ οὔ Ναί, φασίν· ἀλλ'

 οὐδὲν τῶν Σαδδουκαίων διαφέρει· ἐπειδὴ ἡ ἀνάστασις τῆς σαρ κὸς δύναμις θεοῦ ἐστι καὶ ὑπεράνω λόγου παντός, βεβαιου μένη μὲν πίστει, θεωρουμένη δὲ ἔργο

ΤOΥ AΓIOΥ IOΥΣΤIΝOΥ ΦIΛOΣOΦOΥ ΚAI ΜAΡΤΥΡOΣ ΠEΡI AΝAΣΤAΣEΩΣ.

Ὁ μὲν τῆς ἀληθείας λόγος ἐστὶν ἐλεύθερός τε καὶ αὐτεξούσιος, ὑπὸ μηδεμίαν βάσανον ἐλέγχου θέλων πίπτειν μηδὲ τὴν παρὰ τοῖς ἀκούουσι δι' ἀποδείξεως ἐξέτασιν ὑπο μένειν. Τὸ γὰρ εὐγενὲς αὐτοῦ καὶ πεποιθὸς αὐτῷ τῷ πέμ ψαντι πιστεύεσθαι θέλει. Λόγος δὲ ἀληθείας ἀπὸ θεοῦ πέμ πεται· διὸ καὶ τὸ ἐλεύθερον τὸ περὶ αὐτὸν οὐ φορτικόν. Κατ' ἐξουσίαν γὰρ φερόμενος εἰκότως οὐδὲ τὰς ἀποδείξεις τῶν λεγομένων ἀπαιτεῖσθαι θέλει, ὅτι μηδέ εἰσιν ἄλλαι παρὲξ αὐτῆς τῆς ἀληθείας, ὅπερ ἐστὶν ὁ θεός. Πᾶσα γὰρ ἀπό δειξις ἰσχυροτέρα καὶ πιστοτέρα τοῦ ἀποδεικνυμένου τυγχάνει, εἴ γε τὸ πρότερον ἀπιστούμενον, πρὶν ἢ τὴν ἀπόδειξιν ἐλθεῖν, ταύτης κομισθείσης ἔτυχε πίστεως, καὶ τοιοῦτον ἐφάνη ὁποῖον ἐλέγετο. Τῆς δὲ ἀληθείας ἰσχυρότερον οὐδὲν οὐδὲ πιστότε ρον, ὥστε ὁ περὶ ταύτης ἀπόδειξιν αἰτῶν ὅμοιός ἐστι τῷ τὰ φαινόμενα ταῖς αἰσθήσεσι λόγοις θέλοντι ἀποδείκνυσθαι διότι φαίνεται. Τῶν γὰρ διὰ τοῦ λόγου λαμβανομένων κριτήριόν ἐστιν ἡ αἴσθησις· αὐτῆς δὲ κριτήριον οὐκ ἔστι πλὴν αὐτῆς. Ὥσπερ οὖν τὰ διὰ τοῦ λόγου θηρώμενα, ἀπάγοντες ἐπὶ τὴν αἴσθησιν, ταύτῃ κρίνομεν, ὁποῖά ποτε ὄντα τυγχάνει, εἴτε ἀληθῆ εἴτε καὶ ψευδῆ, τὰ λεγόμενα, οὐκέτι δὲ κρίνομεν πι στεύοντες αὐτῇ, οὕτως τοὺς ἀνθρωπίνους καὶ κοσμικοὺς λόγους ἀναπέμπομεν ἐπὶ τὴν ἀλήθειαν, καὶ ταύτῃ κρίνομεν, εἴτε φαῦλοι εἴτε καὶ μὴ τυγχάνουσιν ὄντες, τοὺς δὲ τῆς ἀλη θείας οὐδενὶ κρίνομεν ἑτέρῳ, πιστεύοντες αὐτῇ. Ἔστι δὲ ἀλή θεια ὁ θεός, ὁ πατὴρ τῶν ὅλων, ὅς ἐστι νοῦς τέλειος. Oὗ γενόμενος υἱὸς ὁ λόγος ἦλθεν εἰς ἡμᾶς, σάρκα φορέσας, ἑαυ τόν τε καὶ τὸν πατέρα μηνύων, διδοὺς ἡμῖν ἐν ἑαυτῷ τὴν ἐκ νεκρῶν ἀνάστασιν καὶ τὴν μετὰ ταῦτα ζωὴν αἰώνιον. Ἔστι δὲ οὗτος Ἰησοῦς Χριστός, ὁ σωτὴρ ἡμῶν καὶ δεσπότης· οὗ τος τοίνυν αὐτός ἐστιν ἑαυτοῦ τε καὶ τῶν ὅλων πίστις τε καὶ ἀπόδειξις. ∆ιόπερ οἱ τούτῳ κατακολουθοῦντες καὶ γνόντες αὐτόν, τὴν εἰς αὐτὸν πίστιν ὡς ἀπόδειξιν ἔχοντες, ἀναπαύονται ἐπ' αὐτῷ. Ἐπειδὴ δὲ πολλοὺς ὁ ἀντικείμε νος πολεμῶν οὐ παύεται, πολλαῖς δὲ καὶ ποικίλαις μεθό δοις πρὸς ἐπιβουλὴν χρῆται, πρὸς μὲν τοὺς πεπιστευκότας, ἵνα τούτους τῆς πίστεως ἀπαγάγῃ, πρὸς δὲ τοὺς ἀπίστους ἔτι, ἵνα μὴ πιστεύσωσιν, ἀναγκαῖον εἶναί μοι δοκεῖ καὶ ἡμᾶς, κα θωπλισμένους τοῖς τῆς πίστεως λόγοις ἀτρώτοις οὖσιν, ἀντι πολεμεῖν αὐτῷ διὰ τοὺς ἀσθενεῖς. Φασὶν οἱ χείρονα λέγοντες οὐκ εἶναι τῆς σαρκὸς ἀνά στασιν. Ἀδύνατον γὰρ εἶναι τὴν φθειρομένην καὶ διαλυο μένην ταύτην συναχθῆναι εἰς τὸ αὐτό. Πρὸς δὲ τὸ ἀδύνατον καὶ ἀσύμφορόν φασιν ὑπάρχειν τὴν ταύτης σωτηρίαν, καὶ κα κίζουσιν αὐτὴν τὰ ἐλαττώματα προφέροντες, καὶ αὐτὴν μόνην τῶν ἁμαρτημάτων αἰτίαν ἀποφαίνονται, ὥστε, εἰ μέλλει, φασί,