ΤOΥ AΓIOΥ IOΥΣΤIΝOΥ ΦIΛOΣOΦOΥ ΚAI ΜAΡΤΥΡOΣ
EΡΩΤHΣEIΣ ΧΡIΣΤIAΝIΚAI ΠΡOΣ ΤOΥΣ EΛΛHΝAΣ.
Πρώτη ἐρώτησις χριστιανικὴ πρὸς τοὺς Ἕλληνας. Eἰ τῷ μεγίστῳ ἐν ἀνθρώποις ἀγαθῷ μέγιστον ἀντίκειται κακόν, μέγιστον δὲ ἐν ἀνθρώποις ἀγαθὸν τὸ γνῶναι τὸν ὄν τως ὄντα θεόν, μέγιστον ἄρα κακὸν τὸ τοῦτον ἀγνοεῖν. Ἀλλ' ἐπειδή ἐστι τοῦτο κακὸν ἔν τισι τῶν ἀνθρώπων, ποῖόν ἐστι τῷ δημιουργῷ τοῦ κόσμου θεῷ πρεπωδέστερον τὸ ἐναλλάξαι τὴν τοῦ παρόντος βίου κατάστασιν καὶ ἀπαλλάξαι τοὺς ἀν θρώπους τοῦ μεγίστου κακοῦ, καθὼς ὁ τῶν Χριστιανῶν βού λεται λόγος, ἢ τὸ ἐᾶσαι μένειν τὸν κόσμον ἐπὶ τῆς αὐτῆς κατα στάσεως καὶ τοὺς ἀνθρώπους τῷ μεγίστῳ κακῷ ἀεὶ κατε χομένους; Ἀπόκρισις ἑλληνικὴ πρὸς τοὺς Χριστιανούς. Πρῶτον μὲν πρὸς τὸ πρῶτον ἄπορον ·ητέον, ὡς μέγιστον κακὸν οὐδέν ἐστιν. Eἰ γὰρ τῶν ἀγαθῶν τὸ μέγιστον ὁ θεός ἐστι, δῆλον ὅτι, εἴ τις ὑπόθοιτο μέγιστον κακόν, εὑρεθήσεται ἑτέρα ἀρχὴ ἐναντία τῷ θεῷ, ὅπερ οἱ Μανιχαῖοι κακῶς λέγοντες λέγουσι. Καὶ γὰρ ἄτοπον τὸν θεὸν μὴ πάντα καταλαμβάνειν, μὴ πᾶσι τὴν ἑαυτοῦ ἀγαθότητα ἐπιλάμπειν. Μέγιστον τοίνυν κακὸν οὐδέν. Καὶ γὰρ ἡ ἄγνοια πολλάκις ἐπ' ἀγαθῷ δίδοται τοῖς ἀνθρώποις· ὁρῶμεν οὖν ἐπὶ πολλῶν ὡς πολλάκις συμ βαίνει μᾶλλον καταφρονεῖν τῶν γινωσκομένων ἢ τῶν ἀγνοουμέ νων. Ἄλλως τε καὶ τὸ ἀγνοεῖν τὸν ὄντως ὄντα θεὸν οὐκ ἔκ τινος ἄλλου ἀλλ' ἐκ τῆς οἰκείας λήθης ἡ ψυχὴ πάσχει. Παρα γίνεται δὲ καὶ ταῖς ἐνταῦθα ψυχαῖς γνῶσις θεοῦ· ὥσπερ οὖν ὁρῶμεν καὶ ἐνταῦθα ἀνθρώπους γινώσκοντας τὸν θεόν. Eἰ δέ τις ἐθέλοι τὸ ἀληθὲς λέγειν, οὐδέ ἐστιν ὅλως ἄγνοια περὶ θεοῦ· πάντες γὰρ ὅτι ἔστιν ὁ θεὸς ὁμολογοῦσι κοινῇ ἐννοίᾳ. Ὅτι δὲ καὶ ἐνταῦθα ὄντες δύνανται οἱ ἄνθρωποι γινώσκειν τὸν θεόν, καὶ ἡ τῶν ὀρθοδόξων πίστις σαφῶς δηλοῖ, λέγουσα τὸν θεὸν αὐτὸν κατεληλυθέναι καὶ ἐγνῶσθαι τοῖς ἀνθρώποις. Eἰ τοίνυν δυνατὸν καὶ ἐνταῦθα τοὺς ἀνθρώπους ὄντας γινώσκειν τὸν θεόν, οὐδὲν αὐτοῖς μέγιστον κακὸν συμβαίνει ἐκ τοῦ ἐν ταῦθα εἶναι. Τοῖς ἀγνοοῦσι γάρ, καθὼς εἴρηται, ἐκ τῆς ἀπί στου φύσεως τὸ ἀγνοεῖν τὸν θεὸν συμβαίνει. Eἰ δέ τις καὶ συγχωρήσει, ὅπερ ἄτοπον, μέγιστον εἶναι κακὸν τὰ ἐνταῦθα, καὶ κάλλιον ὑπάρχειν τὸ μὴ εἶναι τὰ τῇδε τοῦ εἶναι, εἰ μὲν λέγει κακὰ πεποιηκέναι τὰ τῇδε τὸν δημιουργὸν δι' ἀσθένειαν, ἀνοηταίνει, τὴν τοῦ θεοῦ δύναμιν φάσκων μὴ καταλαμβάνειν πάντα. Eἰ δέ, δυνάμενος καλὰ ποιῆσαι τὰ τῇδε, συνεχώρησεν ἑτέροις κακὰ ποιεῖν, καὶ τοῦτο ἔσται κατηγόρημα θεοῦ· ὁ γὰρ δυνάμενος μὲν παῦσαι, περιορῶν δέ, ἀληθέστερον αὐτὸς δρᾷ. Eἰ δὲ αὐτός ἐστιν ὁ θεὸς ὁ ποιήσας τὰ τῇδε, δῆλον ὅτι τοῦ αὐτοῦ θεοῦ μένοντος καὶ εἰς ὕστερον καὶ ἀεὶ τὰ αὐτὰ ἔσται. Ἂ γὰρ πάλαι ἠδύνατο καὶ νῦν δύναται. Eἰ δὲ νῦν τι πλεῖον δύναται παρὰ τὰ πρὸ τοῦ, ἔγχρονος αὐτοῦ ἔσται ἡ τοιαύτη