Synopsis historiarum
ΣΥΝΟΨΙΣ ΙΣΤΟΡΙΩΝ ΑΡΧΟΜΕΝΗ ΑΠΟ ΤΗΣ ΑΝΑΙΡΕΣΕΩΣ ΝΙΚΗΦΟΡΟΥ ΒΑΣΙΛΕΩΣ ΤΟΥ ΑΠΟ ΓΕΝΙΚΩΝ ΚΑΙ ΜΕΧΡΙ ΤΗΣ ΒΑΣΙΛΕΙΑΣ ΙΣΑΑΚΙΟΥ ΤΟΥ ΚΟΜΝΗΝΟΥ ΣΥΓΓΡΑΦΕΙΣΑ ΠΑΡΑ ΙΩΑΝΝΟΥ ΚΟΥΡΟΠΑΛΑΤΟΥ ΚΑΙ ΓΕΓΟΝΟΤΟΣ ΜΕΓΑΛΟΥ
∆ΡΟΥΓΓΑΡΙΟΥ ΤΗΣ ΒΙΓΛΑΣ ΤΟΥ ΣΚΥΛΙΤΖΗ.
pro.1 Τὴν ἐπιτομὴν τῆς ἱστορίας ἄριστα μετὰ τοὺς παλαιοὺς ἐπραγματεύσαντο πρῶτον μὲν ὁ μοναχὸς Γεώργιος καὶ σύγκελλος χρηματίσας Ταρασίου τοῦ ἁγιωτάτου πατριάρχου, μετ' ἐκεῖνον δὲ ὁ ὁμολογητὴς Θεοφάνης καὶ τοῦ Ἀγροῦ ἡγούμενος, ἐπιστατικώτερον τὰς ἱστορικὰς ἐπιδραμόντες βίβλους καὶ συνοψίσαντες λόγῳ μὲν ἀφελεῖ καὶ ἀπεριέργῳ, μονονουχὶ δὲ τῆς οὐσίας αὐτῆς ἐφαπτομένῳ τῶν πεπραγμένων. ἀλλ' ὁ μέν, ὁ Γεώργιος, ἀπὸ καταβολῆς ἀρξάμενος κόσμου ἐς τοὺς τυράννους κατέληξε, Μαξιμιανόν φημι καὶ τὸν τούτου υἱὸν Μαξιμῖνον. ὁ δέ, ὁ Θεοφάνης, τὸ ἐκείνου τέλος οἰκείαν ἀρχὴν ποιησάμενος καὶ τὴν ἐπίλοιπον συντεμὼν χρονογραφίαν καὶ ἐς τὴν τελευτὴν τοῦ βασιλέως Νικηφόρου τοῦ ἀπὸ γενικῶν καταντήσας ἔστη τοῦ δρόμου. μετὰ δὲ τοῦτον οὐδεὶς ἄλλος ἐπέδωκεν ἑαυτὸν τῷ τοιούτῳ σπουδάσματι. ἐπεχείρησαν μὲν γάρ τινες, οἷον ὁ Σικελιώτης διδάσκαλος, καὶ ὁ καθ' ἡμᾶς ὕπατος τῶν φιλοσόφων καὶ ὑπέρτιμος ὁ Ψελλός, καὶ πρὸς τούτοις ἕτεροι. ἀλλὰ παρέργως ἁψάμενοι τοῦ ἔργου τῆς τε ἀκριβείας ἀποπεπτώκασι, τὰ πλεῖστα τῶν καιριωτέρων παρέντες, καὶ ἀνόνητοι τοῖς μετ' αὐτοὺς γεγόνασιν, ἀπαρίθμησιν μόνην ποιησάμενοι τῶν βασιλέων καὶ διδάξαντες, τίς μετὰ τίνα τῶν σκήπτρων γέγονεν ἐγκρατής, καὶ πλεῖον οὐδέν. εἰ γὰρ καί τινων δοκοῦσιν ἐπιμνησθῆναι πράξεων, ἀλλὰ καὶ ταύτας οὐκ ἐστοχασμένως συγγραψάμενοι ἔβλαψαν τοὺς ἐντυγχάνοντας, οὐκ ὠφέλησαν. ὁ γὰρ ∆αφνοπάτης Θεόδωρος, Νικήτας ὁ Παφλαγών, Ἰωσὴφ Γενέσιος, καὶ Μανουὴλ οἱ Βυζάντιοι, Νικηφόρος διάκονος ὁ Φρύξ, ὁ Ἀσιανὸς Λέων, Θεόδωρος ὁ τῆς Σίδης γενόμενος πρόεδρος, καὶ ὁ τούτου ἀνεψιὸς καὶ ὁμώνυμος ὁ τῆς ἐν Σεβαστείᾳ καθηγησάμενος ἐκκλησίας, καὶ ἐπὶ τούτῳ ∆ημήτριος ὁ τῆς Κυζίκου, καὶ ὁ μοναχὸς Ἰωάννης ὁ Λυδὸς οἰκείαν ἕκαστος ὑπόθεσιν προστησάμενοι, ὁ μὲν ἔπαινον φέρε εἰπεῖν βασιλέως, ὁ δὲ ψόγον πατριάρχου, ἅτερος δὲ φίλου ἐγκώμιον καὶ ἐν ἱστορίας σχήματι τὸν ἑαυτοῦ ἕκαστος ἀποπληροῦντες σκοπὸν πόρρω τῆς τῶν εἰρημένων θεοφόρων ἀνδρῶν ἀποπεπτώκασι διανοίας. ἀποτάδην γὰρ τὰ κατὰ τοὺς αὐτῶν χρόνους συνενεχθέντα , καὶ μικρὸν ἄνωθεν, ἱστορικῶς συγγραψάμενοι, καὶ ὁ μὲν συμπαθῶς, ὁ δ' ἀντιπαθῶς, ὁ δὲ καὶ κατὰ χάριν, ἄλλος δὲ καὶ ὡς προσετέτακτο, τὴν ἑαυτοῦ συνθεὶς ἱστορίαν καὶ πρὸς ἀλλήλους ἐν τῇ τῶν αὐτῶν ἀφηγήσει διαφερόμενοι ἰλίγγου καὶ ταραχῆς τοὺς ἀκροατὰς ἐμπεπλήκασιν. ἡμεῖς δὲ τῷ πόνῳ τῶν εἰρημένων ἀνδρῶν ἐκείνων ἀρεσθέντες καὶ λυσιτελήσειν οὐ μικρὰ τὴν σύνοψιν τοῖς φιλιστοροῦσιν ἐλπίσαντες καὶ μάλιστα τοῖς τὸ ῥᾷστον τοῦ ἐπιπονωτέρου προτιθεμένοις, συντομωτάτην διδοῦσαν κατάληψιν τῶν ἐν διαφόροις συμβεβηκότων καιροῖς καὶ τοῦ βάρους τῶν ὑπομνημάτων ἐλευθεροῦσαν, τὰς τῶν ἄνωθεν λεχθέντων συγγραφέων ἐπ' ἀκριβὲς ἱστορίας ἀναλεξάμενοι καὶ τὰ ἐμπαθῶς ἢ καὶ πρὸς χάριν λεχθέντα ἀποδιοπομπήσαντες καὶ τὰς διαφορὰς καὶ διαφωνίας παρέντες, ἀποξέσαντες δὲ καὶ ὅσα ἐγγὺς ἐρχόμενα εὕρομεν τοῦ μυθώδους, τὰ δὲ εἰκότα καὶ ὁπόσα μὴ τοῦ πιθανοῦ ἀπέπιπτε συλλεξάμενοι, προσθέντες δὲ καὶ ὁπόσα ἀγράφως ἐκ παλαιῶν ἀνδρῶν ἐδιδάχθημεν, καὶ ὑφ' ἓν ἐπιδρομάδην συνθέμενοι τοῖς μεταγενεστέροις καταλελοίπαμεν τροφὴν ἁπαλὴν καὶ τοῦτο δὴ τὸ τοῦ λόγου ἀληλεσμένην, ἵν' οἱ μὲν τὰς τῶν ῥηθέντων ἱστορικῶν βίβλους ἐπελθόντες