1

 2

 3

1

De jejunio

Περὶ Νηστείας. 61.787 Σάλπιγγος ὑψηλότερα βοῶ τὴν φωνὴν ἀνυψῶν, οὐχ ἵνα τέρψει ἡδονῆς τὴν ἀκοὴν ἀπατήσω, ἀλλ' ἵνα λέξει τῆς ἀληθείας τὴν ἡδονὴν σβέσω· καὶ παύσω μὲν ἀπὸ λόγου τὴν τῆς γαστρὸς ἐπιθυμίαν, ἐξεγερῶ δὲ διὰ πόθου τὴν τῆς νηστείας ἐργασίαν. Πόθος γὰρ νηστείας ἐπουράνιον τὸ κέρδος, κέρδος δὲ ἡδυπαθείας ἐπιζήμιον ἀπεργάζεται τὸ βλάβος. Ὁ μὲν γὰρ βρώσει σχολάζων, καὶ τὴν τῆς γαστρὸς πληρῶν ἐπιθυμίαν, τῆς ψυχῆς ζημιοῖ τὴν ἐπικαρπίαν τὴν πνευματικήν· ὁ δὲ νηστείᾳ τὴν σάρκα μαραίνων, καὶ τῶν βρωμάτων τὴν ἀδηφαγίαν ἀποφεύγων, τῶν κρειττόνων θησαυρίζει τὴν προσδοκίαν. Νηστεία γὰρ σωφροσύνην ἐκδιδάσκει, καρτερικὸν κατασκευάζει· νηστεία πρὸς εὐσέβειαν ἀλείφει, καὶ πρὸς ὑπομονὴν γυμνάζει· νηστεία ἀγγελικὴν ποιεῖ τὴν πολιτείαν, καὶ πνευματικὸν, ἀποτελεῖ τὸ σῶμα· νηστεία ψυχῆς ἐστι φυλακτήριον, καὶ σώματος ὅπλον ἀκαταμάχητον. Οὔτε γὰρ τὴν ἐπίβουλον ἡδονὴν παραδέχεται, 61.788 καὶ τὴν ἀντιστρατευομένην ἐπιθυμίαν καταγωνίζεται. Νηστεία εἰς οὐρανὸν ἀνάγει τὴν διάνοιαν καὶ πτεροῖ αὐτὴν πρὸς τὴν ἀθάνατον φύσιν. Νηστεύωμεν τοίνυν, ἀγαπητοὶ, μὴ σκυθρωποὶ τοῖς προσώποις τὰς ἡμέρας τῶν νηστειῶν διεξερχόμενοι, ἀλλὰ φαιδραῖς ταῖς ψυχαῖς ὡς δοῦλοι Χριστοῦ πρὸς αὐτὰς διατιθέμενοι. Εἰ γὰρ ἐπιθυμῶν τῇ νηστείᾳ προσελήλυθας, μὴ στύγναζε, ἀλλὰ χαίρου· καθαίρει γάρ σου τὴν ψυχὴν τὸ δηλητήριον. Μὴ περὶ καλῶν τὴν νηστείαν ἐκδέχου, ὧν ἡδέα τὰ βρώματα· ἀλλ' ὑπομένων μακροθύμει ἡδύτερα τῶν βρωμάτων δεχόμενος τὰ διδάγματα. ∆ιὰ τοῦτο νηστεύεις ἀπὸ βρωμάτων, ἵνα τραφῇς διὰ τοῦ Πνεύματος· καὶ διὰ τοῦτο ἀπέχῃ τῶν σωματικῶν ἐδεσμάτων, ἵνα ἐμπλησθῇς τῶν πνευματικῶν ἀναθημάτων. Φάρμακόν ἐστιν ἀναιρετικὸν τῆς ἁμαρτίας ἡ νηστεία, καὶ κατάπλασμα ψυχῆς μαλακτικὸν, ἀποπλύνουσα πρὸς εὐσέβειαν. Καὶ ὥσπερ τὰ χείρονα πάθη δριμυτάτοις τισὶ καὶ στυπτι 61.789 κωτάτοις καταπασσόμενα, τὸ μὲν σηπτικὸν τοῦ σώματος ἀποῤῥίπτει· τὸν αὐτὸν τρόπον καὶ τὴν ἐνυπομυχεύουσαν ἁμαρτίαν καὶ κατὰ τῆς ψυχῆς νεμομένην στυπτικωτάτη ὑπεισελθοῦσα νηστεία ἀναξηραίνει μὲν αὐτὴν κατ' ὀλίγον λεπτύνουσα, ἐξαφανίζει δὲ εἰς ἅπαν ἀποκαθαίρουσα. ∆ιὰ τοῦτο εἰ καὶ ἐπίπονος ἡ νηστεία, ἀλλ' ὠφέλιμος καὶ εὐπρόσιτος. Μὴ τοίνυν λυπούμενος νηστεύσῃς, ἵνα μὴ τὸν κάματον ἀπολέσῃς· μηδὲ γογγύσῃς ὅτι ὀλίγον βραδύνεις, ἵνα μὴ δι' ὀλίγον τοῦ ὅλου ζημίαν ὑπομείνῃς. Ὅσῳ γὰρ νηστεία ὑποστύφει τὸ σῶμα, τοσοῦτον ἐκ τῆς νηστείας ὠφέλεια. Ἀνάδραμε ἐπὶ τὰς τῶν δικαίων πολιτείας, καὶ εὑρίσκεις αὐτοὺς τὸ πλεῖον διὰ νηστείας εὐδοκιμήσαντας. Πρῶτον Μωϋσῆς νηστεύσας ἐπὶ τὸν γνόφον εἰσελήλυθε, καὶ συνόμιλος τῷ Θεῷ διὰ νηστείας γέγονε. Τεσσαράκοντα ἡμέρας τὴν νηστείαν ἐπισυνάψας, νομοθέτης διὰ νηστείας ἐχρημάτισε· καὶ οὔτε ἄρτον ἔφαγεν, οὔτε οἶνον ἔπιεν· ἠρκεῖτο γὰρ τροφῇ τὴν νομοθεσίαν παρὰ τοῦ νομοθέτου ἐκδιδασκόμενος. Ἵνα δὲ μάθῃς πόσον ὠφελεῖ ἡ νηστεία, καὶ πόσον βλάπτει ἡ μέθη νηστείᾳ ἀντιστρατευομένη· κατανόησον τοῖς ὑπὸ Μωϋσέως πραττομένοις, καὶ τοῖς ὑπὸ τοῦ λαοῦ γιγνομένοις, καὶ εὑρήσεις τὴν δύναμιν τῆς νηστείας. Ἄνω Μωϋσῆς τὸν νόμον ἐλάμβανε, καὶ κάτω ὁ λαὸς τὸν νόμον ἀνέτρεπε. Λυπηθεὶς γὰρ Μωϋσῆς τὸν νόμον συνέτριβεν, οὐκ εὔλογον ἠγησάμενος μεθύουσι τὸν νόμον πιστεύεσθαι, καὶ