1

 2

1

De jejunio, dominica quinta jejuniorum

Περὶ νηστείας· Κυριακῇ εʹ τῶν νηστειῶν. 62.731 Ἥκει καιρὸς, ἀδελφοὶ, πρὸς τὸ διὰ νηστείας ἡμᾶς δρέψασθαι τοὺς τῆς μετανοίας καρπούς. Καὶ γὰρ πρὸς τὴν τῶν καρπῶν συλλογὴν ἐπιτήδειον τὸ θέρος καὶ τὸ μετόπωρον, πρὸς δὲ τὸν σπόρον χειμὼν καὶ τὸ ἔαρ· πρὸς δὲ νηστείαν καὶ προσευχὴν πᾶς καιρὸς ἐπιτήδειος. Ἀρθήσεται γὰρ ἀπ' αὐτῶν ὁ νυμφίος. καὶ τότε νηστεύσουσιν. Εἰ οὖν πρὸς ταῖς λοιπαῖς ἡμέραις τοῦτο τὸ ἔργον παρέφυγεν ἡμᾶς, ἀλλ' ἰδοὺ νῦν καιρὸς εὐπρόσδεκτος ἐργάσασθαι ἡμᾶς τὸ χωρίον. Χωρίον δὲ λέγω τὴν νηστείαν, ἐπειδὴ χωρεῖ πάντας ἡμᾶς πρὸς τὸν κάματον καὶ τὸν σπόρον· οὐ γυναῖκα ἀπωθεῖται, ἀλλ' οὐδὲ γέροντα, οὐ νεώτερον, οὐ παιδάρια μικρά· πᾶσιν ἀνοίγει τὰς θύρας, καὶ πάντας εἰσδέχεται, ἵνα πάντας σώσῃ, ὡς τοὺς Νινευΐτας. Καλὸς τῆς νηστείας ὁ σπόρος, ὅτι καὶ τὰς ἁμαρτίας ἡμῶν ὡς ἀκάνθας ἀνασπᾷ, καὶ τὴν δικαιοσύνην ὡς ἄνθος ἀνιστᾷ καὶ βλαστάνει· καλὸς τῆς νηστείας ὁ κάματος, ὅτι κουφίζει τὴν ψυχὴν ἀπὸ βάρους τῶν ἁμαρτιῶν, καὶ φορτίον ἐλαφρὸν τῶν ἐντολῶν τοῦ Χριστοῦ χαρίζεται. Ἄρατε γὰρ τὸν ζυγόν μου ἐφ' ὑμᾶς· ὁ γὰρ ζυγός μου χρηστός ἐστι, καὶ τὸ φορτίον μου ἐλαφρόν. Ζυγὸς ἡ πίστις ἐστὶ πᾶσιν ἐπικειμένη· φορτίον, τῶν ἐντολῶν τὰ ποιήματα, ὤμοις ψυχῆς βασταζόμενα ἐν ἔργοις, ἐν οὐρανοῖς φανερούμενα. ∆ιὰ νηστείας ὁ νομοθέτης Μωϋσῆς ἐγένετο ἔνδοξος· νυχθήμερα τεσσαράκοντα ἄσιτος διαμείνας, εἶδε Θεὸν εἰς πρόσωπον αὐτοῦ ὁμιλοῦντα, νεφέλην ἐπισκιάζουσαν, καὶ δι' αὐτὴν τὸν Θεὸν λαλοῦντα αὐτῷ τὰ συμφέροντα, στῦλον πυρὸς λάμποντα ἐν νυκτὶ καθοδηγὸν παρεμβολῆς Ἰσραὴλ, οὐρανοῦ πύλας ἀνοιγομένας, ἀγγελικὸν ἐπὶ γῆς καταβαίνοντα ἄρτον, μάννα Θεοῦ μεταλαμβάνοντα ἄνθρωπον, πέτραν σχιζομένην ἐν ῥάβδῳ, καὶ προφέρουσαν ὕδατα, θάλασσαν γεννῶσαν ξένον βρῶμα, ὀρτυγομήτραν, καὶ τρέφουσαν τὸν λαόν. Πολλὰ καὶ ἕτερα σημεῖα εἶδε Μωϋσῆς διὰ τὸ προσέχειν νηστείᾳ. Ἀνατροπὴ θανάτου ἡ νηστεία. Εἶπεν ὁ Σωτήρ· Τοῦτο τὸ γένος τῶν δαιμόνων ἐν οὐδενὶ ἐξέρχεται, εἰ μὴ ἐν προσευχῇ καὶ νηστείᾳ. Καὶ τῶν δαιμόνων χειρότερον οὐδέν· δυσμετάθετον ὄρος ὁ δαίμων· ὁ δαίμων ἁπάντων κακῶν χαλεπώτερον τραῦμα, ἐν ἀγοραῖς κατάγελως, ἐν οἴκοις ταπείνωσις, ἐν ἐκκλησίαις διατροπὴ, σαρκῶν κατάβρωμα, ψυχῆς ἀσθένεια, καθημερινὴ ὀδύνη, νοὸς ἐμπόδιον, ἔργων ἓν κώλυμα. Πολλὴ ἡ τοῦ δαίμονος ἐπήρεια. Ἀλλὰ τούτων πάντων περιγίνεται ἡ νηστεία καὶ ἡ προσευχή. Εὐχόμενος καὶ ψάλλων ὁ ∆αυῒδ, τὸν δαίμονα Σαοὺλ τοῦ βασιλέως ἀπήλασεν· Ἀπέστη γὰρ Πνεῦμα Θεοῦ ἀπὸ Σαοὺλ, καὶ ἐπνίγετο πνεύματι δαιμονίου πονηροῦ· καὶ ψάλλοντος τοῦ ∆αυῒδ, ἀνέψυξεν ὁ βασιλεύς. Ὅτι δὲ ἐνήστευσεν ὁ βασιλεὺς ∆αυῒδ, ἄκουε αὐτοῦ γράφοντος ἐν τοῖς Ψαλμοῖς· Τὰ γόνατά μου ἠσθένησαν ἀπὸ νηστείας, καὶ ἡ σάρξ μου ἠλλοιώθη δι' ἔλαιον. Εἰ ἐνήστευσεν ὁ Ἀδὰμ ἀπὸ τοῦ ξύλου, οὐκ ἂν τὸν παρά 62.732 δεισον ἀπώλεσεν· εἰ μὴ ἔφαγεν ἡ Εὔα ἀπατηθεῖσα ὑπὸ τοῦ ὄφεως, οὐκ ἂν θάνατον τῷ κόσμῳ ἐπήγαγεν· εἰ πρὸς νηστείαν ἔκλινεν Ἡσαῦ, οὐκ ἂν τὰ πρωτοτόκια ἀπώλεσε, διὰ μίαν βρῶσιν δόξαν ἀπώλεσε, καὶ δοῦλος ἐγένετο τοῦ ἀδελφοῦ αὐτοῦ. Θέλεις ἰδεῖν τῆς νηστείας τὴν ἰσχύν; δράμε πρὸς Νινευΐτας τοὺς χρησαμένους αὐτῇ εἰς κοινὸν κατόρθωμα. Ὅτε γὰρ ἠβουλήθη ὁ Θεὸς διὰ τὰς ἁμαρτίας αὐτῶν καταστρέψαι τὴν Νινευῒν, πέμπει Ἰωνᾶν τὸν προφήτην, καὶ λέγει αὐτοῖς· Ἔτι τρεῖς ἡμέραι, καὶ Νινευὶ καταστραφήσεται. Καὶ φιλανθρωπία Θεοῦ ὃ μέλλει ποιεῖν σαλπίζει, καὶ τοῖς χρεώσταις