1

 2

 3

1

De nativitate Joannis Baptistae

Τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Ἰωάννου ἀρχιεπισκόπου Κωνσταντινουπόλεως τοῦ Χρυσοστόμου εἰς τὸ γενέθλιον τοῦ ἁγίου Ἰωάννου τοῦ προδρόμου καὶ

βαπτιστοῦ.

Ἀπαραίτητος σήμερον τῆς διδασκαλίας ὁ λόγος, ἔχει γὰρ Ἰωάννην τὸν βαπτιστὴν ἡ ἐξήγησις, τὴν ἀσίγητον τῆς ἐρήμου φωνήν· ἐγὼ γάρ φησι φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ. Ὅπου δὲ φωνῆς ἄγεται μνήμη, ἀναγκαίως ἡ τῶν λόγων τιμὴ κεχρεώστηται. Ἀλλὰ ποίαν ἡμεῖς τῷ δικαίῳ τούτῳ τιμὴν ἀποτίσωμεν; Κυκλούμεθα πανταχόθεν τοῖς αὐτοῦ κατορθώμασιν· εὐαγγελίζεται γὰρ ἔτι κυοφορούμενος, θαυματουργεῖ παραυτίκα τικτόμενος, προκόπτει ἐν ταῖς ἐρήμοις ἀσκούμενος, τρέφεται τῷ πνεύματι προαγόμενος, μεσιτεύει νόμῳ καὶ χάριτι, κηρύττει μετανοίας τὸ βάπτισμα, βαπτίζει τὸν δεσπότην παραγενόμενον, θεωρεῖ βαπτίζων καὶ τῆς τριάδος τὴν χάριν, μαρτυρεῖ τῇ ἀληθείᾳ βοῶν, ὑποδείκνυσι τὸν προφητευθέντα δεσπότην, ὁμολογεῖ τὸν ἑαυτοῦ ἰσχυρότερον, ὁδηγεῖ πρὸς αὐτὸν τοὺς πιστεύοντας, ἐκεῖνον διδόναι κηρύττει τὸ τέλος, προσάγει λαοὺς τοὺς διψῶντας αὐτὸν ἐπιγινώσκειν, δεσπότην τρέχων μηνύει, αὐτῷ προστρέχειν ἐπείγει, ἐκδιδάσκει τὸ συμφέρον τοὺς ὄχλους, νουθετεῖ καὶ βαπτιζομένους τελώνας, ἐλέγχει καὶ τὸν Ἡρώδην παρανομοῦντα, δέχεται καὶ μακαριζόμενον τέλος. Ποίοις ταῦτα θαυμάσωμεν λόγοις; Ποίαν ἐν τούτοις κινήσωμεν γλῶτταν; Τί τούτων παραλίπωμεν, τί καὶ εἰπεῖν περὶ τούτων ἰσχύσωμεν; Ποία τούτους ἐλπὶς διεγείρει; Μέγα γὰρ τῶν ἐγκωμίων τὸ πλάτος, μέγα τῶν κατορθωμάτων τὸ πέλαγος. Ἐκπλήττει καὶ μόνη τοὺς λέγοντας τῶν πραγμάτων ἡ μνήμη, δειλίαν ἐντίθησι τῇ ψυχῇ τοῦ θαυμάζοντος. Ἀλλ' ἔλθῃ καὶ νῦν Ζαχαρίας ὁ πατὴρ τοῦ δικαίου, ὁ καὶ τὴν σιωπὴν κατακριθεὶς καὶ διὰ τοῦτον φθεγξάμενος. Ἐκεῖνος ἡμῖν τὰ κατ' αὐτὸν διηγήσεται· εἴπῃ πῶς ἐφθέγξατο κατασχεθείσης τῆς γλώττης, πῶς ἐλάλησε χαλινωθέντος τοῦ στόματος, πῶς Ἰωάννης γεννᾶται καὶ ἡ τοῦ ἀγγέλου ἀπόφασις λύεται, πῶς ἡ τιμωρία ἐπάγεται καὶ ἡ θεραπεία παρέχεται. Καί, εἰ δοκεῖ, ἐπ' αὐτὴν λοιπὸν ἔλθωμεν τοῦ θαύματος τὴν ἐξήγησιν ἔχουσαν τοῦ δικαίου τὴν σύλληψιν. Ὁ γὰρ εὐαγγελιστὴς σύντομον αὐτοῦ τε τοῦ Ζαχαρίου καὶ Ἐλισάβετ τῆς γυναικὸς αὐτοῦ εἰσάγων τὸ κήρυγμα, πρότερον μὲν τὰς προσηγορίας αὐτῶν καὶ τὴν φύσιν καὶ τὴν ἀξίαν σημαίνει, εἶτα πολιτείας ἔπαινον καὶ τρόπον ἐπάγει, ἐν ᾧ καὶ τῆς σιωπῆς τὴν κατάκρισιν δείκνυσι καὶ τῆς εὐγλωττίας τὴν χάριν γνωρίζει. Καὶ ἄκουε τῶν εὐαγγελικῶν ῥημάτων· Οὐκ ἦν φησιν αὐτοῖς τέκνον. Νῦν οὐ μόνον ἐγὼ τὴν τούτων ἀτεκνίαν ὁρῶ, ἀλλὰ καὶ τὴν ἀρχαίαν εἰκόνα τῶν δικαίων γινώσκω, Ἀβραὰμ λέγω καὶ Σάρρας. Ἀλλὰ μανθάνω καὶ στείρωσιν τίκτουσαν, ἑτέραν παιδοποιΐαν χάριτος καὶ φύσεως, ξένον τεκνογονίας μυστήριον. Οὗτος γὰρ καὶ τῆς ἐπαγγελίας ὁ τρόπος ταύτης· Ὤφθη φησὶν ἄγγελος ἑστὼς ἐκ δεξιῶν τοῦ θυσιαστηρίου τοῦ θυμιάματος. Ἀξιόπιστος τῆς ὀπτασίας ὁ τόπος, ἀλήθειαν δεικνὺς καὶ οὐ πλάνην τὴν θέαν. Ἀλλ' ἐταράχθη φησὶ Ζαχαρίας ἰδὼν καὶ φόβος ἐπέπεσεν ἐπ' αὐτόν. Ὦ δειλία, τὸ τῆς ἀπιστίας προοίμιον, τὸ τῆς γνώμης σαθρόν, τῆς ψυχῆς τὸ εὐόλισθον. Ὅπερ αὐτὸς ὁ ἄγγελος διορθούμενος ἔφη· Μὴ φοβοῦ, Ζαχαρία, διότι εἰσηκούσθη ἡ δέησίς σου. Ἐκβάλλει τὸν φόβον καὶ ἀντεισάγει τὸν πόθον· εἰπὼν γὰρ τὸ μὴ φοβοῦ οὐκ ἐσιώπησεν, ἀλλὰ καὶ τῆς εὐχῆς τὸ κέρδος ἐμήνυσεν. Εἰσηκούσθη φησὶν ἡ δέησίς σου. Καὶ ποία ἡ δέησις; Ἡ τῆς λευιτικῆς φυλῆς αὐτοῦ αὔξησις. Ἡ γυνή σου γάρ φησιν Ἐλισάβετ