1
Epistula ad Antiochum
Τοῦ αὐτοῦ πρὸς Ἀντίοχον ἐπιστολὴ Ἔδει μὲν τὴν ὑμετέραν εὐλάβειαν μὴ τοῖς ῥήμασι τῶν εἰρηκότων παρατρέπεσθαι τὴν διάνοιαν, ἀλλ' ἐν τῷ πλήθει τοῦ ψεύδους μετὰ πολλῆς σκέψεως ἀνιχνεῦσαι τὴν ἀλήθειαν. Εἰ γὰρ ἅπαντα τὰ θρυλούμενα ἀληθῆ, κινδυνεύσειαν ἂν ἅπαντες. Εἰ δὲ κρίσει καὶ νόμοις ἀνιχνεύεται τὰ λανθάνοντα, κριτήριον ἂν ἔγωγε παρ' ὑμῶν ἐπεζήτησα, εἰ μή τις ἕτερα αὖθις ὅπλα συκοφαντίας μοι ἐπιπνεύσει. ∆έδοικα γάρ, δέδοικα λοιπὸν τὰς σκιὰς καὶ τὰ φαντάσματα, ἐπειδὴ αὐτοὶ ἐδικαιώσατε οὕτως. Οἱ φίλοι τὴν φιλίαν ἠρνήσαντο, οἱ πλησίον ὄντες πόρρωθεν ἔστησαν καὶ πόρρωθεν ὄντες τὰ βέλη τῆς συκοφαντίας ἀποτοξεύουσιν, ἐν μέσῳ δὲ τοῦ λιμένος ὄντα ναυά-γιον ὑπομεῖναι ἐποιήσατε. Ἀλλ', εἰ καὶ τῆς πόλεως ἐκβάλλομαι καὶ τῆς ἐκκλησίας ἀπείργομαι, πείθομαι πρὸς πᾶσαν ἀποδύσασθαι τιμωρίαν· κέκριται γάρ μοι φιλοσοφεῖν καὶ φέρειν γενναίως τὰ δυσχερῆ. Οἶδα γάρ, οἶδα σαφῶς, τὴν ἐρημίαν ἐννομωτέραν εἶναι τῆς πόλεως καὶ τὰ θηρία τοῦ ἀγροῦ τῶν φίλων ἡμερώτερα.