1

1

Fragmenta ex homiliis diversis

8 τοῦ αὐτοῦ, ὅτε ἦν ἐν Ἀντιοχείᾳ εἰς τὸ μυστικὸν δεῖπνον λόγου οὗ ἡ ἀρχή·

ἀπαρχὴν ἀπορρήτου θυσίας σήμερον ἑορτάζομεν.

περὶ ἐνεργείων θεϊκῆς καὶ ἀνθρωπίνης. ὁ αὐτὸς μὲν οὖν ὡς ἄνθρωπος ὑπὲρ ἡμῶν ἐνήργησε τὴν ὑπακοὴν καὶ κατήργησε τὴν παρακοὴν τοῦ προπάτορος· κατὰ θέλησιν ὑποδὺς τὴν τοῦ δι' αὐτὴν καθ' ἡμῶν ὁρισθέντος θανάτου κατάκρισιν ἵνα ζήσωμεν· ὡς δὲ θεὸς ἐνήργησε τὴν ἀνάστασιν παντοδυνάμῳ θελήσει τὸν θάνατον νεκρώσας, καὶ τὴν ἀφθαρσίαν δημιουργήσας, ἵνα διὰ τῆς ἐξ ἡμῶν ἀπαρχῆς τῆς αὐτῆς θείας χάριτι κοινωνήσωμεν φύσεως. ∆ύο φυσικὰς ἔχων ἐνεργείας, δεικνύμενος θείαν καὶ ἀνθρωπίνην ὡς θεὸς καὶ ἄνθρωπος, ὁ αὐτός· μίαν γὰρ τοῦ συναμφοτέρου καὶ τὴν αὐτὴν ἐνέργειαν λέγειν οὐδα- μῶς ὑπάρχει δυνατὸν, ἵνα μὴ τὸν αὐτὸν κατ' ἀμφότερᾳ φύσει παθητὸν, ἢ ἀπαθῆ ποιήσωμεν, ἢ τοὐναντίον φέρωμεν ἀλλήλοις ἀμφότερα. 9 τοῦ αὐτοῦ ἐκ τοῦ λόγου τοῦ εἰς τὸ πάθος τοῦ κυρίου, οὗ ἡ ἀρχή· οὐδεὶς περιγράφει λόγῳ τὸ ὑπὲρ φύσιν καὶ λόγον μυστήριον. περὶ φυσικῆς ἐνεργείας. Καὶ αὐτὸ γὰρ τὸ προσεληλυθέναι τὸν κύριον τῆς δόξης τῷ ξύλῳ τοῦ σταυροῦ δυνηθῆναι φυσικῆς ἐστιν ἐνεργείας ἧς προσείληφε φύσεως πάντων οὔσης φυσικῶς δεκτικῆς τῶν καθ' ἡμᾶς παθημάτων δίχα μόνης τῆς ἁμαρτίας.