1

 2

 3

 4

 5

 6

 7

1

In dictum Pauli: Oportet haereses esse

ΕΙΣ ΤΟ ΑΠΟΣΤΟΛΙΚΟΝ ΡΗΤΟΝ Τὸ λέγον· "∆εῖ δὲ καὶ αἱρέσεις εἶναι ἐν ὑμῖν, ἵνα οἱ δόκιμοι φανεροὶ γένωνται."

51.251

αʹ. Ἱκανῶς πρώην ἡμῖν διεθερμάνθη τὸ πνευματικὸν τοῦτο θέατρον, ὅτε τὴν Ἱερουσαλὴμ εἰσήγαγον ὑμῖν τῷ λόγῳ θρηνοῦσαν, καὶ τὰς οἰκείας ἐξαγγέλλουσαν 51.252 συμφοράς. Καὶ γὰρ εἶδον ὑμῶν τοὺς ὀφθαλμοὺς τότε ὠδίνοντας πηγὰς ἀφιέναι δακρύων· εἶδον, ἐξ ὧν ἔπασχον, τὴν ἑκάστου διάνοιαν ὀλοφυρμῶν γέμουσαν καὶ 51.253 συγκεχυμένην. ∆ιὸ καὶ ταχέως αἰσθόμενος συνέστειλα τὴν τραγῳδίαν, ἥρπασα ἐκ τοῦ μέσου τὸν λόγον, ὥστε τὸν θρῆνον ἐκεῖνον τῆς ἑκάστου καρδίας ἐκρήγνυσθαι μέλλοντα προκατασχεῖν. Ψυχὴ γὰρ πένθει κατασχεθεῖσα, οὔτε εἰπεῖν, οὔτε ἀκοῦσαί τι δύναιτ' ἂν ὑγιές. Τίνος οὖν ἕνεκεν ἐκείνων ὑμᾶς ἀνέμνησα νῦν; Ὅτι καὶ τὰ σήμερον ῥηθήσεσθαι μέλλοντα συγγενῆ τῶν τότε εἰρημένων ἐστίν. Ὥσπερ γὰρ ἐκεῖνα τὴν ἐν τῷ βίῳ ῥᾳθυμίαν ἡμῶν ἀνέστελλε, καὶ τὴν ὀλιγωρίαν τὴν περὶ τὰ πρακτέα διώρθου, οὕτω δὴ τὰ ῥηθησόμενα νῦν περὶ τὴν τῶν δογμάτων ἀκριβῆ παρατήρησιν ἀσφαλεστέρους ἡμᾶς ἐργάσασθαι δύναιτ' ἄν· ὥστε ἐξ ἁπάντων ἀπηρτισμένους εἶναι, εἰς ἄνδρα τέλειον, εἰς μέτρον ἡλικίας φθάνοντας κατὰ τὸν θεῖον Ἀπόστολον.

Τότε τὸ σῶμα ὑμῖν ἐθεραπεύσαμεν, νῦν τὴν κεφαλὴν ἰατρεύομεν· τότε διὰ τῶν Ἱερεμίου λόγων, νῦν διὰ τῶν τοῦ Παύλου ῥημάτων. Τίνα οὖν ἐστι τὰ Παύλου ῥήματα, ἃ σήμερον ἡμῖν ἐξεργάσασθαι πρόκειται; ∆εῖ δὲ καὶ αἱρέσεις εἶναι, φησὶν, ἐν ὑμῖν, ἵνα οἱ δόκιμοι φανεροὶ γένωνται ἐν ὑμῖν. Οὐ μικρὸν τὸ ζητούμενον. Εἰ γὰρ συμβουλεύων τοῦτό φησιν ὁ Παῦλος, καὶ δεῖ αἱρέσεις εἶναι, ἀναίτιοι οἱ τὰς αἱρέσεις εἰσάγοντες. Ἀλλ' οὐκ ἔστι τοῦτο, οὐκ ἔστιν· οὐ γὰρ συμβουλεύοντος τὸ ῥῆμά ἐστιν, ἀλλὰ τὸ μέλλον προλέγοντος. Ὥσπερ γὰρ ἰατρὸς, ὁρῶν τὸν κάμνοντα ἀδηφαγίᾳ καὶ μέθῃ προσέχοντα καὶ ἑτέροις κεκωλυμένοις, φησὶν ὅτι τὴν ἀταξίαν ταύτην δεῖ πυρετὸν τεκεῖν, οὐχὶ νομοθετῶν, οὐδὲ συμβουλεύων, ἀλλ' ἐκ τῶν παρόντων τὸ μέλλον μετὰ σκέψεως προλέγων· καὶ γεωργὸς πάλιν, ἢ κυβερνήτης ὁρῶν νεφῶν συνδρομὰς καὶ βροντὰς καταῤῥηγνυμένας μετὰ ἀστραπῶν, φησὶν ὅτι δεῖ τὰ νέφη ταῦτα τεκεῖν ὑετὸν καὶ ὄμβρον σφοδρὸν, οὐδὲ οὗτος παραινῶν, ἀλλὰ τὸ ἐσόμενον προαναφωνῶν· οὕτω καὶ Παῦλος τὸ, ∆εῖ, τέθεικε. Πολλάκις γοῦν καὶ ἡμεῖς ὁρῶντες ἀνθρώπους ἀλλήλοις συῤῥηγνυμένους καὶ χαλεπαῖς ἑαυτοὺς πλύνοντας λοιδορίαις, λέγομεν, ∆εῖ συμπληγάδας γενέσθαι τούτους καὶ φυλακίζεσθαι, οὐ συμβουλεύοντες οὐδὲ ἡμεῖς, οὐδὲ παραινοῦντες ἐκείνοις, (πῶς γάρ;) ἀλλ' ἀπὸ τοῦ παρόντος τὸ μέλλον στοχαζόμενοι. Οὕτω δὴ καὶ ὁ Παῦλος οὐχὶ συμβουλεύων ταῦτά φησιν, ὅτι ∆εῖ καὶ αἱρέσεις ἐν ὑμῖν εἶναι, ἀλλὰ προαναφωνῶν καὶ προφητεύων τὸ μέλλον ἔσεσθαι Ὅτι γὰρ οὐ συμβουλεύει αἱρέσεις εἶναι, αὐτός ἐστιν ὁ λέγων, ὅτι Κἂν ἄγγελος ὑμᾶς εὐαγγελίζηται παρ' ὃ παρελάβετε, ἀνάθεμα ἔστω. Αὐτός ἐστιν ὁ τὴν περιτομὴν, ἐπειδὴ παρὰ καιρὸν παρελαμβάνετο, καὶ ἐθόλου τὸ καθαρὸν τοῦ κηρύγματος, ἐκβάλλων καὶ λέγων, Ἐὰν περιτέμνησθε, Χριστὸς ὑμᾶς οὐδὲν ὠφελήσει.

Πῶς οὖν, φησὶ, καὶ αἰτίαν προσέθηκεν εἰπὼν, Ἵνα οἱ δόκιμοι φανεροὶ γένωνται; Τὸ, Ἵνα, πολλαχοῦ ἐν ταῖς Γραφαῖς οὐκ ἔστιν αἰτιολογίας, ἀλλὰ τῆς τῶν πραγμάτων ἐκβάσεως. Οἷον, ἦλθεν ὁ Χριστὸς, καὶ τὸν τυφλὸν ἀναβλέψαι ἐποίησε· κἀκεῖνος μὲν αὐτὸν προσεκύνησεν· οἱ δὲ Ἰουδαῖοι, τούτου θεραπευθέντος, πάντα ἐποίουν, ὥστε συσκιάσαι τὸ θαῦμα, καὶ τὸν Χριστὸν ἤλαυνον. Τότε τοίνυν φησίν· Εἰς