1

 2

1

In duodecim apostolos

Εἰς τοὺς ἁγίους δώδεκα ἀποστόλους.

59.495 Εἰκότως καὶ τήμερον ἐπὶ φοιτήσει τοῦ ἁγίου Πνεύματος ἡ τῶν ἁλιέων αὕτη πεπλήρωται σαγήνη, αὐτοκελεύστως ἐν αὐτῇ τῶν λογικῶν ἰχθύων ἡμῶν εἰσπηδώντων. Ὁ γὰρ λόγος τοῦ Λόγου τοὺς ἀγραμμάτους σοφίσας, καὶ γλώσσαις πυρίναις τοὺς βραδυγλώσσους στομώσας, τὴν τέχνην αὐτῶν μετέθηκε ἐπὶ τὸ θειότερον, λέγων, ∆εῦτε ὀπίσω μου, καὶ ποιήσω ὑμᾶς ἁλιεῖς ἀνθρώπων. Εἶπε, ∆εῦτε ὀπίσω μου, καὶ πάντα πρὸς τὸ κρεῖττον εὐθὺς μετεβλήθη. ∆ώδεκα ἐπιλεχθέντες ἐτύγχανον ἀθληταὶ, καὶ τούτων οὐδαμῶς οὐδεὶς ἔμεινεν ἀστεφάνωτος. Ἡ γὰρ μία χάρις τοῖς ἅπασι συνῆλθε καὶ συνέτρεχε, καὶ τὴν ἑκάστου νίκην δοκιμωτέραν ἐδείκνυε. Μόνος ὁ τάλας Ἰούδας τῆς τοιαύτης ἀγκύρας ἑαυτὸν ἀπεσχοίνισε, φιλήματι τοῖς λύκοις ὑποδείξας τὸ πρόβατον, καὶ τριάκοντα ἀργυρίων πωλήσας τὸν Κύριον· οὗ τὸ αἷμα τὸν κόσμον ἠγόρασεν. Ἀλλ' ὢ τῆς ὑμῶν, ἀπόστολοι, μακαρίας καὶ λαμπρᾶς ξυνωρίδος! ὅτι τὰ πάντα τοῖς πᾶσι γεγόνατε χάριτι, οὐ καλάμῳ, ἀλλὰ λόγῳ τὰς τῶν ἀνθρώπων ἀγέλας ἐμπείρως ζωγρήσαντες. Ὑμεῖς γάρ ἐστε τῆς ὀρθοδοξίας ἀμετάθετοι στῦλοι, τῆς Ἐκκλησίας πέτρα, τῆς βασιλείας σκῆπτρα, καὶ τοῦ ποιμνίου μάλιστα τούτου ἄγρυπνοι προστάται, τῆς νοσούσης ἀνθρωπότητος ἄμισθοι ἰατροὶ, καὶ τῆς ἡμῶν μετανοίας πρὸς Θεὸν ἀνάδοχοι συμπαθεῖς.

Ὡς γὰρ ἄκμονές τινες ἔμψυχοι τυγχάνοντες, ἐν τῷ τύπτεσθαι τοὺς τύπτοντας ἐχαλκεύσατε πρὸς ἐπίγνωσιν. Πέτρος ἐντεῦθεν μαθητεύει τὴν Ῥώμην. Παῦλος ἐκεῖθεν εὐαγγελίζεται κόσμον. Ἀνδρέας τῆς Ἑλλάδος σοφοὺς διορθοῦται· Σίμων διδάσκει τὸν Θεὸν τοὺς βαρβάρους· Θωμᾶς διὰ βαπτίσματος λευκαίνει τοὺς Αἰθίοπας· Ἰακώβου τὴν καθέδραν ἡ Ἰουδαία τιμᾷ· Μάρκου τὸν θρόνον Ἀλεξάνδρεια ἡ παρὰ Νεῖλον ἀσπάζεται· Λουκᾶς καὶ Ματθαῖος γράφουσι τὰ Εὐαγγέλια· Ἰωάννης ἔτι θεολογῶν, καὶ μετὰ τέλος ὡς ζῶν θεραπεύει τὴν Ἔφεσον· Βαρθολομαῖος παιδαγωγεῖ σωφρονεῖν τοὺς Λυκάονας· Φίλιππος θαυματουργῶν σώζει τὴν Ἱεράπολιν. Ἅπαντες ἁπανταχοῦ πάντας εὐεργετοῦντες οὐ παύονται· κόνιν ἀθάνατον ἐν τάφοις καταλελοίπασι, νῦν μὲν θεραπευταὶ, μετ' ὀλίγον δὲ δικασταὶ τοῦ κόσμου προκαθήμενοι.

Τούτῳ προσπελάσας χωλὸς, ἀρτίπους ἀνέλυσεν· ἐκείνῳ συντυχὼν παράλυτος, κλινοφορεῖν ἐκελεύετο· ἄλλος ἐκάλει νεκροὺς, καὶ τούτους εἶχεν εὐθὺς ὑπακούοντας· ἑτέρου καὶ σκιὰ μόνη τὰς νόσους ἐδίωκεν· ἄλλου τὴν ἐπίκλησιν οἱ δαίμονες ἔφριττον, καὶ τὰ σουδάρια τούτων ἀπέσταζον ἴασιν. Μαθηταὶ γὰρ ὑπῆρχον ἐκείνου, οὗπερ τὸ κράσπεδον κλαπὲν τῆς αἱμοῤῥοούσης ἁφῇ τὴν ἐρυθρὰν τῶν αἱμάτων ἀπεξήρανε θάλασσαν. Ἀλλ' ἐγὼ πρὸς τοὺς κορυφαίους τῶν ἀποστόλων ἐπάνειμι τῷ λόγῳ, καὶ τῆς προφητικῆς ἐκείνης ἐπιμέμνημαι φωνῆς· Ἰδοὺ δὴ τί καλὸν, ἢ τί τερπνὸν, ἀλλ' ἢ τὸ κατοικεῖν τοὺς ἀδελφοὺς ἐπὶ τὸ αὐτό; Ἡγείσθω τοίνυν τοῦ λόγου Πέτρος, ἐπειδὴ καὶ πρότερος εἰς τὸν ἀμπελῶνα τοῦ Κυρίου μεμίσθωται, Πέτρος τῆς τοῦ καλοῦ ποιμένος 59.496 ἀγέλης τὸ πρωτότοκον πρόβατον, Πέτρος ὁ ἀπὸ λίμνης εἰς οὐρανὸν ἀναβὰς, ὁ τοὺς ναύτας ἀφεὶς, καὶ συλλαλεῖν ἀγγέλοις ἀξιωθεὶς, ὁ τὴν ὁλκάδα καταλιπὼν, καὶ τὴν Ἐκκλησίαν παραλαβὼν εἰς κυβέρνησιν· ὁ κλειδοῦχος τῶν οὐρανῶν προσκληθεὶς, καὶ τὸ δεσμοῦν καὶ λύειν ἐπὶ γῆς ἐν ἐξουσίᾳ δεξάμενος· ὁ πρὸς τὴν κλῆσιν ταχὺς, καὶ πρὸς τὴν πίστιν ἀνενδοίαστος, καὶ περὶ πάντα θερμὸς τοῦ ∆ιδασκάλου συνήγορος, Σὺ εἶ ὁ Χριστὸς, ὁ Υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος, φθεγξάμενος· ὁ συναποθνήσκειν τῷ ∆εσπότῃ