1

 2

 3

1

In latronem

Εἰς τὸν λῃστὴν, καὶ εἰς τὴν προδοσίαν τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ.

59.719 αʹ. Ὢ πόση δύναμις τῆς ἡμετέρας πίστεως! ὢ πόσον ἰσχύει δέησις

φιλοχρίστου λαοῦ ὑπὲρ ἁμαρτωλοῦ ἱερέως πρεσβεύουσα! Καὶ μὴ ξενίσῃ σε τὸ λεγόμενον· τοῦτο γὰρ παρὰ τοῦ θεσπεσίου Παύλου λέγειν πρὸς ὑμᾶς δεδίδαγμαι, διαῤῥήδην ἐν ταῖς οἰκείαις Ἐπιστολαῖς τοῖς μαθηταῖς ἐπιστέλλοντος· Προσεύχεσθε ὑπὲρ ἐμοῦ, ἵνα δοθῇ μοι λόγος ἐν ἀνοίξει τοῦ στόματός μου. Εἰ δὲ Παῦλος, τὸ σκεῦος τῆς ἐκλογῆς, ὁ οὐράνιος ἄνθρωπος, ὁ τῆς χάριτος ῥήτωρ, δωρεὰν παρὰ τῶν οἰκείων μαθητῶν προσευχῶν ἐδέετο, πόσῳ μᾶλλον ἐγὼ, ὃν πάντες ἁμαρτωλὸν ἐγνώκατε! Ἀλλ' ὅμως καὶ τελώνης ποτὲ τοῦ πονηροῦ σκοποῦ μεταθέμενος, ἐγένετο μαθητὴς τοῦ Κυρίου· οἶδα δὲ καὶ πόρνην δάκρυα μετανοίας τοῖς ∆εσποτικοῖς ἴχνεσι προσενέγκασαν, καὶ τὸν πολυθρύλλητον τῆς πορνείας μολυσμὸν ἀποπλύνασαν· οἶδα καὶ τὸν λῃστὴν ἐκεῖνον τὸν φρόνιμον, τὸν καλῶς διὰ πίστεως τὰ μεγάλα συλήσαντα· τῆς γὰρ τοιαύτης αὐτοῦ λῃστείας τὸ κέρδος παράδεισος γέγονεν. Αἰσθάνομαι κἀγὼ τῆς τοιαύτης ἀγκύρας ἐπιλαβόμενος.

Τοιοῦτον γὰρ ἔχομεν ∆εσπότην φιλάνθρωπον, ὅστις μόνον εἰλικρινῶς δεξάμενος παρ' ἡμῶν τὴν δέησιν, εὐθέως τὸν ἔλεον ἀντιδίδωσι. Νόμον γὰρ ἔδωκεν· ἀλλὰ σκιὰν ἔχων ὁ νόμος τῶν μελλόντων ἀγαθῶν, οὐκ αὐτὴν τῶν πραγμάτων τὴν ἀλήθειαν, φωτίσαι οὐκ ἴσχυσε. Προφητικὸν δῆμον ὡς πρέσβυν ἀπέστειλεν· ἀλλὰ καὶ ὁ προφητικὸς δῆμος κρατηθεὶς ὑπὸ τοῦ θανάτου ἐβόησε λέγων· Ἐγώ εἰμι γῆ καὶ σποδός. Ἄγγελος ἀτρέπτως σαρκοῦσθαι οὐκ ἠδύνατο. Οὐκ ἄγγελος, φησὶν, οὐ πρέσβυς ἐλυτρώσατο αὐτοὺς, ἀλλ' αὐτὸς ὁ Κύριος. Εἶδε γὰρ τὴν οἰκουμένην βοηθείας ἐστερημένην, καὶ βοῶσαν πρὸς αὐτόν· Κλῖνον, Κύριε, τοὺς οὐρανούς σου, καὶ κατάβηθι. Ἐὰν γὰρ σὺ, φησὶ, μὴ καταβῇς πρὸς ἡμᾶς, ἡμεῖς δι' ἄλλου τινὸς πρὸς σὲ ἀνελθεῖν οὐ δυνάμεθα. Εἶδεν οὖν, καὶ οὐ παρεῖδε τὴν δέησιν, ἀλλ' ἔκλινεν οὐρανοὺς, καὶ κατῆλθεν ἐπὶ γῆς, μὴ κενώσας τοὺς οὐρανούς. Συνελήφθη ἐν μήτρᾳ παρθενικῇ πλατυτέρᾳ πάσης κτίσεως. Ὃν γὰρ οὐκ ἐχώρησε καλύβη πατριαρχικὴ, αὐτὸν ἐχώρησε μήτρα παρθενική. Ἐσαρκώθη, ὡς οἶδεν αὐτὸς, οὐχ ὡς ἑρμηνεύουσιν οἱ αἱρετικοὶ, οἱ τὰ οἰκεῖα ἀγνοοῦντες, καὶ τὰ θεῖα μετροῦντες. Ἐτέχθη, ὡς ηὐδόκησεν.

59.720 Ἐπέβη τῷ ξύλῳ τὸ ξύλον τοῦ παραδείσου ἰασάμενος καὶ βοᾷ· Ληνὸν ἐπάτησα μόνος, καὶ οὐδεὶς ἦν μετ' ἐμοῦ, οὐκ ἄγγελος, [οὐ πρέσβυς, οὐκ ἀρχάγγελος,] οὐ προφήτης, οὐ βασιλεὺς, οὐδεὶς τῶν δικαίων μετ' ἐμοῦ· καὶ εἷς μόνος μετ' ἐμοῦ, οὐ μετ' ἐμοῦ συνέτριψε τὸν θάνατον, ἀλλὰ μετ' ἐμοῦ ἐκληρονόμησε τὸν παράδεισον· μετ' ἐμοῦ ἐπὶ τοῦ ξύλου, οὐ μετ' ἐμοῦ ἐν τῷ πολέμῳ τοῦ θανάτου. Κύριος γὰρ, φησὶ, συντρίβων πολέμους, Κύριος ὄνομα αὐτῷ. Εἷς λῃστὴς ὡμολόγησεν. Ὢ τῶν ξένων καὶ παραδόξων πραγμάτων! ὁ λῃστὴς μετὰ τοῦ Χριστοῦ, καὶ ὁ μαθητὴς Ἰούδας μετὰ τοῦ διαβόλου· τὸ φῶς γέγονε σκότος, καὶ τὸ σκότος εἰς φῶς μετεβάλ[λ]ετο· ὁ ἀμνὸς λύκος, καὶ ὁ λύκος ἀμνός. Ὁ λῃστὴς τὰς χεῖρας τοῖς ἥλοις ἐμπεπαρμένος, πιστῇ φωνῇ τὸν ∆εσπότην ἠσπάζετο λέγων, Μνήσθητί μου, Κύριε, ὅταν ἔλθῃς ἐν τῇ βασιλείᾳ σου· καὶ ὁ μαθητὴς φίλημα προσφέρων τοῖς χείλεσι, τῇ καρδίᾳ τὸ ξίφος ηὐτρέπισε· τοῖς χείλεσι χαρὰν ἐφθέγγετο, καὶ τῇ καρδίᾳ δόλον ἠρεύξατο, Χαῖρε, λέγων, Ῥαββί· εἶτα καὶ φιλεῖ αὐτὸν, καὶ στρεφόμενος ἔλεγε τοῖς Ἰουδαίοις, νεύματι,