1

1

In passionem salvatoris nostri Jesu Christi

Τοῦ Χρυσοστόμου λόγος εἰς τὸ πάθος τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ τῷ ἁγίῳ καὶ μεγάλῳ Σαββάτῳ.

Ὅταν τὸ μέγεθος τοῦ δεσπότου θεάσωμαι καὶ τὰς ὕβρεις τῆς ἀνεξικάκου

φιλανθρωπίας λογίσωμαι, ἐξίσταμαι τὴν διάνοιαν, πῶς ὁ παρὰ τοῦ Πατρὸς πᾶσαν τὴν κρίσιν δεξάμενος Πιλάτῳ παρέστη κρινόμενος, πῶς παρὰ τοῦ πηλοῦ ὁ κεραμεὺς ἐδικάζετο. Τί γὰρ τῶν ἀτοπωτάτων δι' ἡμᾶς οὐχ ὑπέμεινεν; ὁ πάντα ἠγορακὼς ἐπιπράσκετο, ὁ τῆς ζωῆς τὸ ξύλον πεποιηκὼς ξύλῳ θανάτου προσήγετο καὶ χειρὶ ῥαπιζόμενος ἔφερεν ὁ χεῖρα ξηρὰν ἀποδιδοὺς ὑγιαίνουσαν καὶ ἐμπτυσμάτων ἠνέσχετο ὁ πτύσματι καὶ πηλῷ δημιουργῶν ὀφθαλμούς. Τὰς ἐκ τῶν ἥλων ὑπέμεινεν ὀδύνας ὁ τοὺς ἐπελθόντας αὐτῷ πτήξας φυσήματι καὶ πληγαῖς ἐξεδίδου τὸν νῶτον ὁ δέκα πληγαῖς βασανίσας τὴν Αἴγυπτον.

Ἀλλ' ὢ τῆς ἰουδαϊκῆς ἀγνωμοσύνης! Ταῦτα Κυρίῳ ἀνταποδίδοτε; τίνος γὰρ ὦ Ἰουδαῖε τῶν ἀγαθῶν οὐκ ἀπήλαυσας; μάννα φαγών, χολὴν προσεκόμισας, ὕδωρ ἐκ πέτρας δεξάμενος, ὄξος τὸ ποτίσαν δέδωκας, ἐκ παρθένου γῆς γενόμενος ἄνθρωπος, οὐ δέχει τὸν ἐκ παρθένου γεννώμενον, ἀλλὰ σταυρῷ προσηλοῖς τὸν κριτὴν ὡς κατάκριτον καὶ θανατῶσαι μελετᾷς τὴν ἀνάστασιν. Ἀλλ' ἴδε πάντα, κἂν ἀσεβῇς εἰς τοῦ ἐσταυρωμένου τὴν δύναμιν. Τῷ ξύλῳ προσηλοῦτο καὶ μετέφερε τὴν κτίσιν, ἐκρέματο καὶ τὸ βαστάζον ἐσάλευεν. Ἐλεῶ σου τὴν τύφλωσιν ὦ Ἰουδαῖε. Τὸ ἔδαφος ἔτρεμε καὶ σὺ ῥαπίζων ἐγέλας, ἐξίστατο τὰ στοιχεῖα καὶ σὺ τὴν ὕβριν ἐπόμπευες· προφήτευσον ἡμῖν Ἰησοῦ τίς ἐστιν ὁ παίσας σε. Τρέμει καὶ αὐτὸς ὁ λόγος διηγούμενος τὸ πάθος, ἀλλ' ὅμως καὶ τρέμων οὐ σιωπᾷ τὸ γενόμενον, ἵν' ἀποβλέποντες οὐκ ἐφοβήθησαν καὶ ἀκούοντες οὐκ ἐντραπῶσι. Τί οὖν ἐπὶ τούτοις ἐγένετο; ὁ ἥλιος ἐμαραίνετο τὸν δημιουργὸν ὁρῶν θανατούμενον. Ὁ δεσπότης θέλων ἀπέθνησκε καὶ ζῆν τὸ φῶς οὐκ ἐβούλετο, ἀλλὰ τὸ ποίημα τῷ ποιητῇ συναπέθνησκεν.

Σὺ δὲ οὐδὲ τούτων συμβάντων πρὸς μετάνοιαν ἔδραμες. Ξένον καὶ παράδοξον πρᾶγμα· ἄνω τὸν ἥλιον ἐφυγάδευσε καὶ κάτω συνεκλείετο τάφῳ καὶ λίθος ἐπετίθετο τῇ πέτρᾳ καὶ τὴν ζωὴν ὁ θάνατος ἐκράτει καὶ νὺξ τὸν ἀληθινὸν ἔκρυπτεν ἑωσφόρον καὶ στρατιῶται τὸν βασιλέα τῶν οὐρανῶν ὡς δραπέτην ἐτήρουν καὶ τὴν σφραγῖδα τῆς πίστεως ἐφύλαττον σφραγῖδες Ἰουδαίων. Ἀλλ' ἦν ἰδεῖν τότε ἔκπληκτον καὶ παράδοξον θέαν. Ὁ γὰρ τάφος τὸν Ἰησοῦν μετὰ σφραγῖδος δεξάμενος τὰς μὲν σφραγῖδας ἐφύλαξε, τὴν δὲ παρακαταθήκην οὐκ ἔσωσεν, ἵνα πληρωθῇ τὸ γεγραμμένον· ὅτι οὐκ ἐγκαταλείψεις τὴν ψυχήν μου εἰς ᾅδου· καὶ οὐ θαυμαστὸν εἰ τρεῖς ἡμέρας ὁ τάφος τὸν Ἰησοῦν οὐκ ἐκράτησεν οὗπερ ἡ φωνὴ τετραήμερον τὸν Λάζαρον ἤγειρεν. Αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν».