1
In quatriduanum Lazarum
ΛΟΓΟΣ ΕΙΣ ΤΟΝ ΤΕΤΡΑΗΜΕΡΟΝ ΛΑΖΑΡΟΝ
50.641 Πρώην ὑμῖν, ἀγαπητοὶ, τὸν πολυανθῆ τοῦ ἔαρος διαπλέκοντες στέφανον, καὶ τὴν ὥραν τοῦ ἔτους κα θάπερ ἐν πίνακι τῶν λόγων χαρακτηρίζοντες, οὐ μό νον ἄλση θάλλοντα καὶ λειμῶνας ἀναβλαστάνοντας καὶ αὔρας πρὸς ἀναβίωσιν κατεπειγομένας ἐνεδεί κνυμεν, ἀλλὰ καὶ τὴν ἡμετέραν φύσιν κατὰ τὸν και ρὸν τοῦτον τὰ τῆς ἀναστάσεως δεδεγμένην ἀπεφαίνο μεν σύμβολα, καὶ πρόσφορόν τινα τῷ καιρῷ ζητοῦν τες ὑπόθεσιν, τὸν ἀναζήσαντα Λάζαρον εἱλκύσαμεν. Ἀλλὰ πρὸς τὴν ὑπόσχεσιν διαρκέσαι μὴ δυνηθέντες, κατὰ τὸ πρῶτον ἐγχείρημα τὸν λόγον συνεπεράναμεν· καὶ πρὸ πάντων ἐπιζητήσαντες, τίνος χάριν ὑπὸ τῶν λοιπῶν εὐαγγελιστῶν ὁ Λάζαρος σιγηθεὶς, Ἰωάννῃ μόνῳ συγγέγραπται, ἐλέγομεν, ὅτι τὴν ὑποψίαν πλά σματος προϋποτεμνόμενον τὸ Πνεῦμα τὸ ἅγιον συν εχώρησε τοῖς εὐαγγελισταῖς ἐκ συνόδου τε καὶ συμ φωνίας τὰ τοῦ Σωτῆρος ἀναγεγραφηκέναι τὰ θαύμα τα, ἀλλὰ καὶ παραλιπεῖν ἄλλον ἄλλο τι παρεσκεύα σεν, ἐναργὲς τεκμήριον ποιούμενον, τὸ μὴ κακούρ γως, μηδὲ ἐκ παρασκευῆς, μηδὲ ἐκ συνθήματος. μηδὲ πρὸς χάριν αὐτοῖς συγγεγράφθαι τὰ εὐαγγέλια, καὶ ὥστε πάντα, ὅταν τὸ φαινόμενον ἐλλείψῃ, τὴν ἀπε ρίεργον ἀλήθειαν σαφηνίζειν.
Ἀλλὰ τού των ἱκανῶς τότε προκατασκευασθέντων ἡμῖν, σκοπή σωμεν τίς ἡ κατὰ τὸν Λάζαρον θαυματουργία τοῖς εὐαγγελισταῖς εὔκαιρος χρεία. Πολλὰ πρὸς τοὺς 50.642 μαθητὰς πολλάκις περὶ τοῦ πάθους διαλεχθεὶς ὁ Σω τὴρ, ναρκῶντας ἑώρα, καὶ πρὸς τοιαύτην ἀκοὴν ὑπο φρίττοντας, καὶ ἀσθενείας μᾶλλον ἢ οἰκονομίας τὸ προμηνυόμενον πάθος ὑπολαμβάνοντας, καὶ ἀνθρω πίνοις ἔτι λογισμοῖς ῥιπιζομένους καὶ τρέμοντας. ∆ιὰ τοῦτο ἤδη τοῦ πάθους πλησιάζοντος, καὶ τοῦ σταυροῦ μέλλοντος πήγνυσθαι, ἀνίστησιν ἀποθανόντα τὸν Λάζαρον, ἵνα ἔργῳ διδάξῃ τοὺς μαθητευομένους, ὡς οὐκ ἀσθενείας ὁ σταυρὸς καὶ ὁ θάνατος, ἵνα πείσῃ τοὺς παρόντας, ὅτι θανάτῳ μὲν ἐπιτάττει, καὶ ψυχὴν ἀνακαλεῖται τῶν γηΐνων ἀπολυθεῖσαν δεσμῶν.
Σκοπῷ δέ τινι τὸν ἑκούσιον ὑφίσταται θάνατον, καὶ τάχα δὲ προδιαγράφων ἐν τῷ Λαζάρῳ τὴν μετὰ τρεῖς ἡμέρας ἀνάστασιν, καὶ τῇ συντόμῳ προθεσμίᾳ τῆς ὑπὸ γῆν διατριβῆς τοὺς μικροψύχους παραμυθησάμενος, καὶ ἐν προθύροις τοῦ σταυροῦ τὸν φόβον ἀναγκαίως τῶν μαθητῶν ὑπεκλύων, καὶ δεικνὺς ὅτι τὸ τῷ ἑτέρῳ παρ' αὐτοῦ χαρισθὲν καὶ αὐτῷ παρ' ἑαυτοῦ ῥᾳδίως ὑπάρξει, διὰ αὐτῶν τῶν ἔργων ἀμφιβάλλοντας νου θετῶν, καὶ τοιούτῳ τρόπῳ φωνὰς τοῖς πράγμασιν περιάπτων, καὶ δι' ὧν ἐποίει σχεδὸν ταῦτα φθεγγό μενος· οὐδαμοῦ τὴν ἀναληφθεῖσαν ἀνθρωπότητα τῆς θείας ἐνεργείας ἄμικτον ἀπολέλοιπα, ἀλλὰ νῦν μὲν ὡς ἄνθρωπος, νῦν δὲ ὡς Θεὸς ἐγὼ, τῇ μὲν φύσιν ὑποδεικνὺς, τῇ δὲ τὴν οἰκονομίαν πιστούμενος, καὶ διδάσκων τὰ μὲν ταπεινότερα προσάπτειν τῇ ἀνθρω 50.643 πότητι, ἀνατιθέναι δὲ τὰ ὑψηλότερα τῇ θεότητι, καὶ διὰ τῆς ἀνίσου ταύτης τῶν ἔργων κράσεως τὴν ἄν ισον τῶν φύσεων ἕνωσιν ἑρμηνεύων, καὶ διὰ τῆς κατὰ τῶν παθῶν ἐξουσίας δηλοποιῶν τῶν παθῶν τὸ αὐθαί ρετον, ἐχαλίνωσα τὴν φύσιν ὡς Θεὸς, ἐπὶ τεσσαρά κοντα ἡμέρας παρατείνας τὴν ἀσιτίαν, ἐπείνασα δὲ μετὰ ταῦτα, καὶ ἐκοπώθην ὡς ἄνθρωπος· ἀλλ' ὡς Θεὸς θάλατταν λυττῶσαν ἐκοίμησα· ἐπειράθην ὡς ἄνθρωπος ὑπὸ τοῦ διαβόλου, ἀλλ' ὡς Θεὸς ἐπιτά γματι δαίμονας ἀπήλασα· μέλλω πάσχειν ὑπὲρ ἀν θρώπων ὡς ἄνθρωπος, ἀλλ' ἵνα μὴ ἀσθενείας ὑπολά βητε τὸ γινόμενον, πρὸ τοῦ θάνατον ἐπελθεῖν ἀνακα λοῦμαι τὸν ὑπὸ τοῦ θανάτου κρατούμενον, καὶ τὴν τῆς