1

 2

 3

 4

 5

1

In synaxim incorporalium

Ὁμιλία εἰς τὴν σύναξιν τῶν ἀσωμάτων

1 Οὐκ εἰκῇ τοῖς ἀγγέλοις πανηγυρίζομεν, γέρας αὐτοῖς καὶ μισθὸν τῶν εἰς ἡμᾶς εὐεργεσιῶν καταβαλλόμενοι· οὐ διαλιμ πάνουσι γὰρ ὕμνοις καὶ ἀρρήτοις φωναῖς τὸν ἐν οὐρανοῖς δεσπότην ἐπὶ ταῖς ἡμετέραις ἁμαρτίαις ἐξευμενίζοντες. Ὅτι δὲ ταῦτα οὕτως ἔχει πράγματος καὶ οὐ λόγος ἐστὶ κενός, μαρτυρίας ἐνδεής, διδάσκει τὸ θεῖον εὐαγγέλιον· θεασάμενοι γὰρ ἐπὶ γῆς τὸν οὐράνιον, ἐν σπαργάνοις τὸν ἀπερίγραπτον οὐκ ἔκρυψαν ἀνθρώποις τὸ μυστήριον, ἀλλ' εὐθὺς πρὸς τοὺς ποιμένας ἐξήγγειλαν, κοινωνεῖν τῆς εὐεργεσίας ὑπέλαβον, ἑνὶ λόγῳ τὴν ἐν οὐρανοῖς δόξαν καὶ τὴν ἐπὶ γῆς εἰρήνην εὐφήμησαν· ∆όξα ἐν ὑψίστοις θεῷ καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία. Φιλανθρώπου θεοῦ φιλάνθρωπος στρατὸς οὐχ ὡς ἀσώματος ὢν τῶν ἐν σαρκὶ καὶ νεύροις καὶ ὀστέοις συμπεπλεγμένων ὑπερφρονεῖ, οὐχ ὑπομένει πάθος ὅπερ ἡμεῖς κατ' ἀλλήλων ὑπομένομεν· βδελύττονται γὰρ τῶν ἀνθρώπων τοὺς ἀσθενοῦντας οἱ ὑγιεῖς, τοὺς τραυματίας οἱ ἀσινεῖς, τοὺς κραιπαλοῦντας οἱ νήφοντες, τοὺς ἀκολάστους οἱ σώφρονες, τοὺς ἀκρατεῖς οἱ ἐγκρατεῖς, δέον συμπάσχειν καὶ διὰ τῆς συμπαθείας φάρμακον προσφέρειν τῷ πάσχοντι· οὐχ οἱ συμπαθοῦντες γὰρ τῆς ἀλλοτρίας νόσου μεταλαμβάνουσιν, ἀλλ' αὐτοὶ τῆς οἰκείας εὐεξίας μεταδίδωσιν.

2 Ὁ δὲ τῶν ἀγγέλων νοῦς οὐκ εἰς τὸ σκῆνος ἀφορῶν, ἀλλὰ τὸ συγγενὲς πτερὸν τῆς ψυχῆς ἀσπαζόμενος χαίρει θεωρῶν τὴν ἐν αὐτῷ χάριν καὶ ἐν ἀνθρώποις χορεύουσαν. Καί πού τις ἔφη τῶν ἀγγέλων ἐπὶ ταῖς παρθενικαῖς ὠδῖσιν ἐκπληττόμενος· Ὁ μονογενὴς υἱὸς ὁ ὢν εἰς τὸν κόλπον τοῦ πατρός, ὁ πηγάζων ἡμῖν τὸ πνεῦμα τὸ ἅγιον, ὁ τῆς ἀγγελικῆς δημιουργὸς χορείας, ὁ τὰς οὐρανίας κυρτώσας ἁψῖδας καὶ τὸν μὲν ἥλιον προστάξας ἡμεροδρομεῖν, τὴν δὲ σελήνην νυκτοπορεῖν ψηφισάμενος, ὁ τὴν γῆν ἱδρύσας ἀθεμελίωτον καὶ θάλατταν χαλιναγωγῶν ἐν φάτνῃ κεῖται σπαργανούμενος. Ἐξ ἀνυμφεύτου μήτρας τεχθεὶς μέγα τι μελετᾶν ἔοικε· θεοῦ δὲ μελέτη σωτήριος. Ἐκ μέρους γινώσκω τὸ μελετώμενον· ταῖς διαβολικαῖς τέχναις ἀντιτεχνάζεται, ἀνακαλέσασθαι βούλεται τὸν ἐξόριστον, λῦσαι τὸν δέσμιον, ἀνακαινίσαι τὸν φθειρόμενον. Ταῖς ἀνθρωπίναις εὐπραγίαις συνήδομαι· εὑρίσκω πάλιν τὸν ἐν παραδείσῳ συνόμιλον τοῦ θεοῦ. Τοῦτο ἦν τὸ δάκνον τὸν διάβολον· ἀεὶ γὰρ ἀλαζονευόμενος καὶ μεγάλα φυσῶν νῦν ταπεινὰ καὶ σκυθρωπὰ καὶ οὐ μεγαλορρήμονα φθέγγεται· ἀγνοεῖ μὲν γὰρ τὸ πραττόμενον, νύττει δ' αὐτὸν ἡ συνείδησις καὶ τῆς ἀρχαίας ἀπάτης ἡ ἀνάμνησις ἣν τοῖς πρωτοπλάστοις ἀνθρώποις ἐσκαιώρησε, θάνατον ζωῆς ἀντεισαγαγὼν καὶ θεοσεβείας εἰδωλολατρίαν ἀνταλλαξάμενος.

3 Τοιαῦτα μὲν ὁ τῶν ἀγγέλων χορὸς τὴν ἡμετέραν εὐζωΐαν προσορώμενος. Εἰκότως δὲ καὶ ἡμεῖς τοὺς ἀγαπῶντας γεραίρομεν καὶ τοὺς ὑπὲρ ἡμῶν πρὸς τὸν δεσπότην πρεσβεύοντας. Ἢ οὐκ ἀκήκοας τοῦ προφήτου ∆ανιὴλ πῶς εἰσφέρει τὸν ἀρχάγγελον Μιχαὴλ τῷ τῶν Περσῶν ἐφόρῳ διαπληκτιζόμενον ὑπὲρ τῆς ἐλευθερίας τῶν Ἰσραηλιτῶν; Ὁ μὲν γὰρ δουλεύειν τοῖς Πέρσαις τὸν λαὸν ἠνάγκαζεν, ὁ δὲ λῦσαι τῆς αἰχμαλωσίας ἐσπούδαζε. Καὶ νικᾷ Μιχαὴλ τὸν ἀντίπαλον· καὶ τὸν Εὐφράτην Ἰουδαῖοι διαβάντες τὴν πατρῴαν πάλιν ἑστίαν κατέλαβον καὶ τὸν ἐμπρησθέντα Σολομῶντος ναὸν ἀνενέωσαν, ἐν ἔτεσιν ἓξ καὶ τεσσαράκοντα τοῦ ἔργου παρατείναντος· ποτὲ μὲν γὰρ ὑπὸ τῶν πλησιοχώρων εἰργόμενοι, ποτὲ δὲ τοὺς εἴργοντας ἀνακόπτοντες τέλος τῆς ἐπιθυμίας ἐκράτησαν, Νεεμίου τὸ πέρας αὐτοῖς τῆς οἰκοδομῆς ἀνύσαντος. Ἔνθεν ὁρμώμενοι πρὸς τὸν κύριον ἔλεγον· Τεσσαράκοντα καὶ ἓξ ἔτεσιν ᾠκοδομήθη ὁ ναὸς οὗτος· καὶ σὺ ἐν τρισὶν ἡμέραις