1
Oratio de epiphania
Ἰωάννου ἐπισκόπου Κωνσταντινουπόλεως εἰς τὰ θεοφάνια.
1 ∆ιχῇ μοι τῆς ψυχῆς μεριζομένης αἰσθάνομαι· ἡ μὲν γὰρ σημερινὴ τῶν εὐαγγελίων ἀνάγνωσις τὸ τῶν φύσεων αἰνιττομένη διπλοῦν πρὸς ἑαυτὴν συγκαλεῖ· ὁ δὲ παρὰ τοῦ προλαβόντος γεγενημένος ὕμνος εἰς τὴν τῶν ἐπιφανίων εὐφημίαν ἀνθέλκει. ∆εῦρο δὴ καὶ ἡμεῖς τῷ προλαβόντι τὸν εἰς τὴν τῶν ἐπιφανίων ἡμέραν κοινωνήσωμεν ὕμνον. Εἰ γὰρ παρῆλθεν τῆς ἑορτῆς ἡ ἡμέρα, ἀλλὰ τῆς ἑορτῆς οὐ παρῆλθεν εὐεργεσία.
2 Ἦν μὲν οὖν καὶ ἡ τῶν γενεθλίων ἡμέρα θεοπρεποῦς ἐπιφανείας μεστή, ἀλλὰ τοῖς Ἰουδαίων ἀπόρρητος πλήθεσι καὶ δήμων οὐκ ἐμφανὴς ὀφθαλμοῖς. Φήμῃ γὰρ ὁ τεχθεὶς ἐγνωρίζετο μόνῃ ἣν ἡ τῶν μάγων ἐγέννησεν ἄφιξις, καὶ αὐτῶν ὡς ἐπ' ἀγνώστῳ τῷ τόκῳ πυνθανομένων· Ποῦ ἐστὶν ὁ τεχθεὶς βασιλεὺς τῶν Ἰουδαίων; ∆ιὰ τοῦτο καὶ ἀστὴρ τὸ τοῦ βρέφους αὖθις αὐτοῖς ἐδακτυλοδείκτει χωρίον, ὡς οὐκ ὄντος ἐμφανοῦς τοῦ τεχθέντος. Συνέφερε γὰρ τῷ τόκῳ τὸ ἄγνωστον καὶ πρῶτόν γε διὰ τὸν Ἡρῴδου θυμόν· εἴπερ τὸ βρέφος γνωριζόμενον ηὗρε, τοῦ τῆς οἰκονομίας ἂν προανέσφαξε τέλους.
3 Ἐν δὲ τοῖς ἐπιφανίοις πάνδημος τοῦ τεχθέντος ἡ θέα καὶ γνῶσις ἐμφανεστέρα καὶ <ἐκ> ταύτης τὸ τῶν ἐπιφανίων ἐπώνυμον ὄνομα, ὅτι βραχέσι πρότερον γνωριζόμενος ἐπιφανὴς τότε γεγένηται πλήθεσιν, ὅλης μὲν τῆς Ἰηρουσαλὴμ τῷ βαπτιστῇ συμπαρ ούσης, ὅλης δὲ τῆς Ἰουδαίας πρὸς αὐτὸν κενωθείσης, ὅλης δὲ τῆς Ἰορδάνου χώρας πρὸς αὐτὸν δραμούσης. Ἐξεπορεύετο γάρ, φησίν, ἡ Ἰεροσόλυμα καὶ πᾶσα ἡ Ἰουδαία καὶ πᾶσα ἡ περίχωρος τοῦ Ἰορδάνου καὶ ἐβαπτίζοντο ὑπ' αὐτοῦ ἐξομολογούμενοι τὰς ἁμαρτίας αὐτῶν.
4 Μεταξὺ δὲ ὁ δεσπότης ᾔει τῇ κοινῇ τοῦ πλήθους κεχρημένος προσόδῳ καὶ τῷ Ἰωάννῃ μὴ γνωριζόμενος. Ἐγὼ γάρ, φησίν, οὐκ ᾔδειν αὐτόν, ἀλλ' ὁ πέμψας με βαπτίζειν ἐν ὕδατι, ἐκεῖνός μοι εἶπεν. Ἡ τοῦ Πνεύματος δὲ χάρις τῆς τοῦ βαπτιστοῦ λαθραίως ἁψαμένη καρδίας τὴν τοῦ παρόντος ἀξίαν ἐμήνυσε. ∆εξάμενος δὲ τῆς δεσποτικῆς παρουσίας Ἰωάννης τὴν γνῶσιν, τὴν χεῖρα συστείλας, τὴν κεφαλὴν ὑπετίθει· ἀφεὶς τὸν βαπτίζοντα, τὴν τοῦ βαπτιζομένου μετελάμβανε τάξιν. ∆ιάλεξις ἐντεῦθεν ἐτίκτετο, κρύπτοντος μὲν Ἰωάννου τὴν χεῖρα, ἐγκειμένου δὲ τοῦ Χριστοῦ τῷ βαπτίσματι, τοῦ μὲν λέγοντος Βάπτισον, τοῦ δὲ ἀντιλέγοντος, τοῦ μὲν φρίττοντος τὴν ἁφήν, τοῦ δεσπότου δὲ θαρρεῖν ἐπιτάττοντος. Ὁ τῶν λόγων δὲ χρόνος τὸ πρὸς τὸ βάπτισμα σπεῦδον ἐνεπόδιζε πλῆθος. Ἐμποδιζόμενοι δὲ τὴν αἰτίαν ἐζήτουν, ζητοῦντες δὲ καὶ μακρὰν κεχυμένοι παρὰ τὸν Ἰωάννην συνέτρεχον, συντρέχοντες δὲ ἅπαντες τῶν λαλουμένων ἐγγύθεν κατήκουον.
5 Καὶ πρῶτόν γε τῶν Ἰωάννου φωνῶν πεπληρωμένων ἐκπλήξεως· Ἐγὼ χρείαν ἔχω ὑπὸ σοῦ βαπτισθῆναι, καὶ σὺ ἔρχῃ πρὸς μέ. Ἀπόθου, φησί, πρὸς ἐμὲ τοῦ βαπτιζομένου τὸ σχῆμα· ἄφες τὴν τοῦ καθαρθῆναι δεομένου προσποίησιν. Ἃ χαρίζεσθαι πέφυκας, μὴ πλάττου δανείζεσθαι· σὸν πλοῦτος ὡς ἐν τούτοις μὴ σχηματίζου πενόμενος. Οὐκ ἔχω σοῦ παρόντος δεξιὰν πρὸς τὸ βαπτίζειν χρήσει ἀλλὰ τοῦ βαπτισθῆναι κεφαλὴν δεομένην. Οὐκ οἶδα νίπτειν ἀκτῖνας ἡλιακάς· οὐ γὰρ πέφυκεν ἥλιος παρὰ λύχνου φωτίζεσθαι· πηλὸς οὐ σμήχει πηγήν.
6 Τούτων παρὰ τοῦ βαπτιστοῦ λεγομένων, τὸ τῶν λόγων ἐγγύθεν ἀκροώμενον πλῆθος πρὸς ἀλλήλους ὡς εἰκὸς ὑπελάλει· Τίς οὗτος ὃν οὗτος ὁ βαπτιστὴς ὑποφρίττει; Τίς οὗτος πρὸς ὃν ἁμαρτωλοῦ τάξιν ὁ βαπτιστὴς ἐπιδείκνυται; Τίς οὗτος ὁ τὸν τοσοῦτον τῇ παρουσίᾳ φοβῶν; Ὡς ἔννομον ἐπιστήμονα φρίττει. Πῶς