1
Precatio in obsessos SUPPLEMENTUM AD LITURGIAM S. CHRYSOSTOMI.
Εὐχὴ τοῦ Χρυσοστόμου πρὸς τοὺς πάσχοντας ὑπὸ δαιμόνων, καὶ
ἑκάστην ἀσθένειαν.
64.1061 Τοῦ Κυρίου δεηθῶμεν. Ὁ Θεὸς ὁ αἰώνιος, ὁ λυτρωσάμενος τὸ γένος τῶν
ἀνθρώπων ἐκ τῆς αἰχμαλωσίας τοῦ διαβόλου, ῥῦσαι τὸν δοῦλόν σου τόνδε ἀπὸ πάσης ἐνεργείας πνευμάτων ἀκαθάρτων, ἐπίταξον τοῖς πονηροῖς καὶ ἀκαθάρτοις πνεύμασί τε καὶ δαίμοσιν, ἀποστῆναι τῆς ψυχῆς καὶ τοῦ σώματος τοῦ δούλου σου τοῦδε, καὶ μὴ ἐμμένειν μηδὲ ἐγκρύπτεσθαι ἐν αὐτῷ. Φυγαδευθείησαν ἐν τῷ ὀνόματί σου τῷ ἁγίῳ, καὶ τοῦ μονογενοῦς σου Υἱοῦ, καὶ τοῦ ζωοποιοῦ σου Πνεύματος ἀπὸ τοῦ πλάσματος τῶν χειρῶν σου. Ἵνα καθαρισθεὶς ἀπὸ πάσης ἐπηρείας διαβολικῆς, ὁσίως, καὶ δικαίως, καὶ εὐσεβῶς ζήσῃ, ἀξιούμενος τῶν ἀχράντων μυστηρίων τοῦ μονογενοῦς σου Υἱοῦ καὶ Θεοῦ ἡμῶν, μεθ' οὗ εὐλογητὸς εἶ καὶ δεδοξασμένος σὺν τῷ παναγίῳ, καὶ ἀγαθῷ, καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.