1

 2

1

Sermo exhortatorius de temperantia

Γʹ. Τοῦ αὐτοῦ λόγος παραινετικὸς περὶ ἐγκρατείας.

64.17Οσοι μαθήμασί τισι προσεδρεύοντες φιλοπονίαν ἐνδείκνυνται, τῆς τοῦ διδάσκοντος ἐπικειμένης ἀνάγκης, τοῦ διδασκαλικοῦ φόβου τὸ τῶν παίδων νενόμισται σπούδασμα· ἐπειδὰν δὲ ἀπόντος διδασκάλου τῆς τῶν καλῶν ἐπιμελείας ἀντέχονται, προαιρέσεως καθαρᾶς τὸ φιλόπονον. Τῶν τῆς νηστείας ἐσμὲν καὶ ἡμεῖς φοιτηταὶ μαθημάτων· ἀλλ' οτε μὲν τῆς νηστείας παρούσης φιλοσοφίαν ἐνδείκνυμεν, ωσπερ ἐκ παιδαγωγικῆς ἐσμεν φιλόπονοι· νῦν δὲ δὴ ταύτης πρὸς μικρὸν ὑπεκστάσης, οἱ περὶ τὸν αμετρον ἐγκρατευόμενοι κόρον, καθαρὸν εχουσι τῆς γνώμης τὸν επαινον, ὡς χωρὶς ἀνάγκης φιλόσοφοι, ὡς κατὰ γνώμην καρτερικοὶ, ὡς εἰδότες τὰ καλὰ περισφίγγειν, α τοῖς προλαβοῦσιν ἐθησαύρισαν κόποις. ̔Ο μὲν γὰρ εἰς ἀμετρίαν τῶν βρωμάτων ἐκβαίνων, οὐκ οιδεν α νηστεύων συνήγαγεν, οὐκ οιδεν ους συνέλεξε πόρους, ἀλλ' ὡς οὐδὲν εχων ἀποκείμενον ενδον, ὡς οὐδὲν ἐν ἑαυτῷ θησαυρίσας, ἀνέῳκται πρὸς τροφῆς ἀμετρίαν, οὐκ ἐπιβάλλει ταῖς ὀρέξεσι κλεῖθρα, οὐ θύραις συμμετρίας ἑαυτὸν ἀσφαλίζεται· καὶ θαυμαστόν γε οὐδέν. Τοιοῦτο γὰρ ὁ πενόμενος απας, οὐκ εχει θυρῶν καὶ κλείθρων ἐπιμέλειαν, οὐκ εγκειται φροντίσιν ἐπιβουλῶν, ἀμερίμνῳ διανοίᾳ καθεύδει, ὡς οὐκ εχων τι τὸ λῃστὰς ἐρεθίζον, ὡς κλαπῆναι μὴ δυνάμενος απορος· τοῖς δὲ πλουσίαν οἰκίαν κεκτημένοις διὰ φυλακῆς, ὡς θησαυρῶν ἐγκειμένων, διὰ θυρωρῶν τηρούντων τὴν εισοδον. Πεπλουτήκαμεν καὶ ἡμεῖς τῇ νηστείᾳ· καὶ τὰ τοῦ πλούτου τεκμήρια πρόδηλα· ἡδονὰς ἐκτησάμεθα δούλας, ἐδεσπόσαμεν γαστρὸς, ῃ τὸ πρὶν ἐδουλεύσαμεν· ἀσώματον ἐκτησάμεθα βίον, οἰκίαν ἐγκρατείας προεβαλόμεθα νέαν, ης τέως τοὺς θεμελίους ἐθέμεθα. ∆εῖται δὲ τὸ εργον συμπήξεως, χρῄζει περισφίγγοντος τόνου· τῶν χαυνούντων δὲ, οὐ σφιγγόντων, ἡ μέθη, τῶν παραλυόντων, οὐ τονούντων τὰς βάσεις.

Οὐδεὶς ον καλῶς εσφιγξε σαλεύει θεμέλιον· οὐδεὶς πλούτου ταμιεῖον ἀφυλάκτως ἀνοίγνυσι· νηστευτοῦ δὲ ψυχὴ πλουσίου τινός ἐστιν ἀποθήκη δοκίμου, καὶ φυλακῆς ἀκριβοῦς δεομένη, μήπου τινὶ περιπέσῃ λῃστείᾳ· λῃστεύεται γὰρ ὡς οἰκία ψυχή. Γέμουσαν ειχεν ὁ ∆αυῒδ 64.18 τὴν τῆς ψυχῆς οἰκίαν, ἀλλ' ἐκ λῃστρίδος ἡδονῆς ἐσυλήθη· ἀνεῳγμένην γὰρ ἀφῆκε τὴν εισοδον, καὶ νήψεως οὐκ ἠσφαλίσατο κλείθρῳ. Τίς δὲ ἡ περὶ τὴν νῆψιν ἀμέλεια; ̔Η πλατεῖα τοῦ σώματος ανεσις· ̓Εγένετο γὰρ, φησὶν, ἐν τῷ καιρῷ τῆς δείλης, καὶ ἀνέστη ∆αυῒδ ἀπὸ τῆς κοίτης αὐτοῦ, καὶ περιεπάτει ἐπὶ τοῦ δώματος ἐν τῷ οικῳ τῶν βασιλείων· δείλης, καὶ ἀνέστη ἀπὸ τοῦ υπνου καὶ περιεπάτει· υπνος, καὶ μετὰ τὸν υπνον περίπατος ὀρεγομένου ἀνέσεως. Πλατὺς τῇ γαστριμαργίᾳ περίπατος. Τί ουν τὸ βλάβος; Καὶ ειδεν, ἀπὸ τοῦ δώματος γυναῖκα λουομένην· καὶ ἡ γυνὴ καλὴ τῷ ειδει σφόδρα. Καὶ ἀποστείλας κατῄσχυνεν αὐτήν.

Τὸ βλέπειν ἀνέγκλητον· οὐδεὶς γὰρ αν ὀφθαλμοὺς ἐγκαλέσειεν, οτι τὰ βλεπόμενα βλέπουσιν· ἀλλ' εχει τὸ ἀνέγκλητον εγκλημα πρὸς ἁμαρτίαν ὁδεῦσαν· οὐ γὰρ ειδε τὴν μορφὴν καὶ παρεῖδεν, ἀλλ' ωσπερ προσηλώθη τῷ κάλλει· ἐνέπηξε τὸ βλέμμα τῷ σώματι, ἐβάπτισε τῇ θεωρίᾳ τὰς κόρας· οὐκ ετι κόρας ειχεν ἐν ὀφθαλμοῖς, ἀλλὰ πόρνας. Τοσοῦτον κακὸν καὶ βλέμματος ὁρμὴ, ἐὰν ἀχαλίνωτον ἀφιῇς. Ουτω καὶ νῦν εστιν ἡμῖν πρὸς τροφὴν ἐξουσία, ωσπερ καὶ τότε τῷ ∆αυῒδ τοῦ χρῆσθαι τοῖς ομμασιν· ἀλλ' ἡ τῆς ἁμαρτίας παρέξοδος ὑπ' εγκλημα ποιεῖ τὸν ἀναίτιον. Τί ουν; Τροφῇ μὲν κολακευέσθω τὸ σῶμα·Αξιος γὰρ ὁ ἐργάτης τῆς τροφῆς αὐτοῦ ἐστι· συμπαρέστω δὲ ἡμῖν ἀριστῶσιν ὁ Παῦλος, καν ιδῃ που πρὸς τὴν τροφὴν