1

 2

 3

 4

 5

 6

 7

 8

 9

1

De fide contra Nestorianos

Τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Ἰωάννου τοῦ ∆αμασκηνοῦ λόγος περὶ πίστεως κατὰ Νεστοριανῶν.

1 Ἔδει μὲν ἡμᾶς τοὺς ὑπὸ θεοῦ σεσωσμένους διὰ τοῦ μονογενοῦς υἱοῦ αὐτοῦ, ὃν ἔδωκε λύτρον ὑπὲρ ἡμῶν, κατὰ τὸν τοῦ κυρίου λόγον πιστεύειν εἰς πατέρα καὶ υἱὸν καὶ ἅγιον πνεῦμα, ἕνα θεὸν καὶ μίαν οὐσίαν θεότητος ἐν τρισὶν ὑποστάσεσιν, ὅτι τε ὁ λόγος τοῦ θεοῦ διὰ τὴν ἡμετέραν σωτηρίαν σὰρξ ἀτρέπτως ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, πειθομένους τοῖς ἱεροῖς εὐαγγελλίοις, ἀλλ', ἐπειδὴ ὁ τῶν ζιζανίων ἐπισπορεὺς ὀργάνων ἀξίων αὐτοῦ δραξάμενος συνέχεε τὸν τοῦ θεοῦ λαὸν καὶ συνετάραξεν, ἤγειρε τὸ πνεῦμα αὐτοῦ τὸ ἅγιον τοὺς ὑπασπιστὰς τῆς ἀληθείας, τοὺς ποιμένας τε καὶ διδασκάλους ὡς φωστῆρας ἐν κόσμῳ λόγον ζωῆς ἐπέχοντας, καὶ δι' αὐτῶν ἡμᾶς ἐπὶ τὴν βασιλικὴν καθωδήγησε τρίβον, οἵτινες μέσην ὁδὸν βαδίζειν ἐδίδαξαν μὴ ἐκκλίνοντας μήτε εἰς τὰ δοκοῦντα δεξιὰ μήτε εἰς τὰ προδήλως ἀριστερὰ γνωριζόμενα, οἷς καὶ ἡμεῖς πάσῃ δυνάμει ἐξακολουθοῦντες οὐ πλανηθησόμεθα. 2 Πιστεύομεν τοίνυν εἰς πατέρα καὶ υἱὸν καὶ πνεῦμα ἅγιον, τριάδα ὁμοούσιον, μίαν θεότητα ἐν τρισὶν ὑποστάσεσιν ἤτουν προσώποις προσκυνουμένην καὶ λατρευομένην ὑπὸ πάσης τῆς κτίσεως, ὅτι τε αὐτὸς ὁ μονογενὴς υἱὸς καὶ λόγος τοῦ θεοῦ, ὁ πρὸ πάντων τῶν αἰώνων γεννηθεὶς ἐκ πατρός, αὐτὸς εὐδοκίᾳ τοῦ πατρὸς σὰρξ ἀτρέπτως ἐγένετο ἐκ πνεύματος ἁγίου καὶ Μαρίας τῆς παρθένου, οὔτε τῆς θεότητος τραπείσης εἰς σαρκὸς φύσιν-ἄτρεπτον γὰρ τὸ θεῖον καὶ ἀναλλοίωτον-, οὔτε τῆς σαρκὸς μεταβληθείσης εἰς φύσιν θεότητος· πάσης γὰρ τὸ θεῖον προσθήκης ἐστὶν ἀνεπίδεκτον. 3 Ὁμολογοῦμεν τοιγαροῦν ἐπὶ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, τοῦ ἑνὸς τῆς ἁγίας τριάδος, δύο μὲν φύσεις, ἑκάστην τελείαν κατὰ τὸν ἑαυτῆς ὅρον τε καὶ λόγον, ἵνα μὴ τροπὴν ἢ σύγχυσιν εἰσάγωμεν, μίαν δὲ τὴν ὑπόστασιν, ἵνα μὴ δυάδα υἱῶν καὶ τέταρτον τῇ τριάδι παρεισενέγκωμεν πρόσωπον· ἡ μὲν γὰρ φύσις ἄλλο ποιεῖ, ἡ δὲ ὑπόστασις ἄλλον καὶ πρόσωπον ἀφορίζει. Εἰ γὰρ ἐπὶ τῆς ἁγίας τριάδος τρεῖς ὑποστάσεις λέγοντες τρία κηρύττομεν πρόσωπα, ἀνάγκη τοὺς ἐπὶ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ δύο ὑποστάσεις ὁμολογοῦντας συνομολογεῖν καὶ δύο πρόσωπα. 4 Φύσις μὲν οὖν καὶ οὐσία καὶ μορφὴ τὸ εἶδος δηλοῖ, τουτέστι τὴν κοινότητα, οἷον θεότης, ἀνθρωπότης, ὑπόστασις δὲ καὶ πρόσωπον τὸ μερικὸν καὶ καθ' ἑαυτὸ ὑφιστάμενον, οἷον ὁ δεῖνα καὶ ὁ δεῖνα, ἐπὶ μὲν τῆς θεότητος πατήρ, υἱός, πνεῦμα ἅγιον, ἐπὶ δὲ ἀνθρωπότητος Πέτρος, Παῦλος, Ἰωάννης. 5 Ὥσπερ ἀδύνατον φύσιν καὶ φύσιν μίαν φύσιν εἶναι ἐπὶ Χριστοῦ, οὕτως ἀδύνατον ὑπόστασιν καὶ ὑπόστασιν μίαν ὑπόστασιν εἶναι. Εἰ δὲ δυνατὸν ὑπόστασιν καὶ ὑπόστασιν μίαν ὑπόστασιν εἶναι καὶ πρόσωπον καὶ πρόσωπον ἓν πρόσωπον εἶναι, δυνατὸν φύσιν καὶ φύσιν μίαν φύσιν εἶναι ἐπὶ Χριστοῦ. 6 Ὥσπερ οὐκ ἔστιν ὑπόστασις ἀνούσιος, οὐκ ἀνάγκη δὲ ἑκάστην ὑπόστασιν ἰδίαν ἔχειν οὐσίαν, οὕτως οὐκ ἔστι φύσις ἀνυπόστατος, καὶ οὐκ ἀνάγκη ἐπὶ τῶν ἑνουμένων ἑκάστην φύσιν ἰδίαν καὶ ἀνὰ μέρος ἔχειν ὑπόστασιν. 7 Ὥσπερ ἐπὶ τῆς ἁγίας τριάδος τρεῖς ὑποστάσεις λέγοντες οὐκ ἀναγκαζόμεθα ἑκάστῃ ὑποστάσει ἰδίαν διδόναι φύσιν, ἀλλ' αἱ τρεῖς ἔχουσι μίαν φύσιν καὶ οὐσίαν κοινὴν τῆς θεότητος, καὶ οὔτε ἀνούσιος ἐπὶ μιᾷ ἑκάστῃ αὐτῶν, οὐδὲ ἑκάστη ἰδίαν ἔχει οὐσίαν, οὕτως ἐπὶ τοῦ Χριστοῦ δύο φύσεις λέγοντες οὐκ ἀναγκαζόμεθα ἑκάστῃ φύσει