1

1

Fragmenta in Lucam

Τοῦ ∆αμασκηνοῦ. 95.233 Καὶ ἐπὶ τοὺς ἀποστόλους τὸ Πνεῦμα κάτεισι. Θεὸς γάρ ἐστιν· ὁ δὲ Θεὸς πῦρ καταναλίσκον ἐστί. ∆ιὰ τοῦτο πυρὶ λέγεται βαπτίζειν ὁ Χριστὸς, ἐπειδὴ ἐν εἴδει πυρίνων γλωττῶν ἐπὶ τοὺς ἁγίους αὐτοῦ μαθητὰς τὴν τοῦ Χριστοῦ χάριν ἐξέχεεν, ἢ διὰ τὸ τοῦ μέλλοντος πυρὸς κολαστικόν. Βάπτισμα γὰρ κἀκεῖνο τελευταῖον, οὐ σωτήριον, ἀλλὰ τῆς μὲν κακίας ἀναιρετικόν· οὐκέτι γὰρ κακία καὶ ἁμαρτία πολιτεύεται· κολάζον δὲ ἀτελεύτητα.