Annales (lectiones variae)
2545. postcodex claromontanus: ὁ δὲ Ἀβραὰμ μετὰ τῆς Σάρρας ἐγέννησε τὸν Ἰσαὰκ καὶ μετὰ τῆς Ἄγαρ τὸν Ἰσμαήλὁ δὲ Ἰσαὰκ μετὰ τῆς Ῥεβέκας τὸν Ἠσαῦ καὶ τὸν Ἰακώβ, ὃς διατοῦ Ἠσαῦ τὴν ἀπειλὴν μετῴκησε πρὸς τὸν Λάβαν τὸν πρὸς μητρὸς αὐτοῦ θεῖον, οὗ καὶ τὰς θυγατέρας τὴν Λείαν καὶ τὴν Ῥαχὴλ ἔλαβεν εἰς γυναῖκας. οὗτος οὖν ὁ Ἰακὼβ ἐγέννησε τοὺς δώδεκα πατριάρχας ητοι τὰς δώδεκα φυλὰς τοῦ Ἰσραήλ. Ἰστέον οτι μετὰ τὸ ξενισθῆναι τοὺς τρεῖς ἄνδρας παρὰ του Ἀβραὰμ κατέλαβον οἱ δύο εἰς τὴν τῶν Σοδόμων κατάπρησιν, οι καὶ πρὸς τὴν τοῦ Λὼτ κατοικίαν κατήντησαν. ὅπερ οἱ ἀσελγεῖς Σοδομῖται μαθόντες ἐκεῖσε κατέλαβον ἐκζητοῦντες τοὺς ξένους πρὸς τὸ τὴν ἀθεμιτοπραξίαν πληρῶσαι αὑτῶν. ὁ δὲ Λὼτ τούτοις εἰς ἄκρον ἀπήντα· βιαζόμενος δὲ πολλὰ παρ' αὐτῶν ἐξέδοτο τὴν θυγατέρα αὐτοῦ πρὸς τὴν μιαρὰν ἐκείνην παράχρησιν, μόνον μὴ εἰς τοὺς ξένους τοιοῦτον αἰσχρόν τι γενήσεται. οἱ δὲ ἀσελγεῖς οὐκ ἐπείθοντο, ζητοῦντες δὲ τοὺς ξένους ἆραι βιαίως μετὰ τοῦ Λὼτ κατεμάχοντο. οἱ δὲ ξένοι τὰς θύρας τοῦ πυλῶνος ἀνοίξαντες καὶ φανέντες τούτοις μόνον πυρὶ τοὺς πάντας ἐνέπρησαν. ἐκπλαγεὶς δὲ ὁ Λὼτ ἐπὶ τὸ γεγονός, καὶ πεσὼν ἐπὶ πρόσωπον, παρεκάλει αὐτοὺς μαθεῖν τίνες εἰσίν. οἱ δὲ πρὸς αὐτόν "1ἔπαρον τοὺς μετὰ σὲ ἅπαντας, καὶ ἔξελθε ἐκ τοῦ τόπου τούτου· αὔριον γὰρ οἱ πάντες κατακαυθήσονται, καὶ ὁ τόπος ἐκλικμισθήσεται καὶ ἀφανισθήσεται διὰ τὰς τῶν κατοίκων μιαρὰς ἀσελγείας."2 ὃ καὶ ταχέως ποιήσας ὁ Λὼτ πρὸς τὸ Σιγὼρ ὄρος ἐξέφυγε. κατόπισθεν δὲ βρέξας τὸ πῦρ ὁ κύριος, κατεκαύθησαν ἅπαντες κατὰ τὴν τῶν ἀγγέλων πρόρρησιν. ἡ δὲ γυνὴ τοῦ Λώτ, οἷα γυνὴ οὖσα καὶ πρὸς τὴν πρόσταξιν τῶν ἀγγέλων μὴ δειλιάσασα, καὶ στραφεῖσα τὸ γεγονὸς ἰδεῖν, εὐθὺς ἀπελιθώθη καὶ ὡς στήλη ἐγεγόνει ἁλός. αἱ δὲ θυγατέρες τοῦ Λὼτ νομίσασαι ὅτι ὁ κόσμος ἅπας ἤδη ἀπώλετο καὶ σπέρμα ταύταις οὐκέτι γενήσεται, ἐμέθυσαν τὸν πατέρα αὑτῶν οἴνῳ, καὶ συνουσιάσθη αὐταῖς, μὴ εἰδὼς ἐκ τῆς μέθης τὸ γεγονὸς παρ' αὐτοῦ. τουτο γοῦν γνωρίσας ἐξ αὐτοῦ ὁ θεῖος αὐτοῦ Ἀβραὰμ καὶ λυπηθεὶς ἐξαπέστειλεν αὐτὸν εἰς τὰ μέρη τοῦ ποταμοῦ Νείλου, ἐπαίρειν ἐξ αὐτοῦ ὡς δῆθεν δαλοὺς τρεῖς, τῇ δ' ἀληθείᾳ ἵνα θηριόβρωτος γένηται, καὶ ἐξιλεώσας τὸ ἁμάρτημα. ὁ δὲ Λὼτ ταχυδρομήσας οἰκονομίᾳ θεοῦ προσήνεγκε τῷ Ἀβραὰμ δαλοὺς τρεῖς, ηγουν ἐκ κυπαρίσσου, ἐκ πεύκης καὶ εκ κέδρου. καὶ θαυμάσας ὁ Ἀβραὰμ ὅτι διεσώθη ἐκ τῶν θηρίων 255 ἀλώβητος, ἐδόξασε τὸν θεόν. ἀνελθόντες δὲ ἀμφότεροι μετὰ τῶν δαλῶν εἰς τὸ ὄρος, ἔπηξεν αὐτοὺς ἐπὶ πέτραν ὁ Ἀβραὰμ χωρὶς ἀπ' ἀλλήλων, πλησίον δέ, ὡς φέροντας σχῆμα τρίγωνον. προσέταξε δὲ τῷ Λὼτ ἀπέρχεσθαι, καὶ ἀντλεῖν ὕδωρ ἐκ τοῦ Ιορδάνου, καὶ ποτίζειν αὐτὰ καθ' ἡμέραν· ὃ δὴ καὶ ἐποίει. ἀπεῖχε δὲ τὸ ὄρος ἐκ τοῦ Ἰορδάνου ὡσεὶ μίλια κδʹ. ἐντὸς δὲ μηνῶν τριῶν ἐβλάστησαν οἱ δαλοί. καὶ κατελθὼν ὁ Λὼτ ἐξεῖπε τοῦτο τῷ Ἀβραάμ. καὶ ἀνελθόντες ἰδεῖν τὸ γεγονός, εὕροσαν ὅτι ἡνώθησαν οἱ τρεῖς δαλοὶ καὶ εἰς ἓν ἐγεγόνεισαν, αἱ ῥίζαι δὲ μόνον ἐναπελείφθησαν, ὡς καὶ ἐφυτεύθησαν, κεχωρισμέναι. ἰδὼν δὲ Ἀβραὰμ τὸ γεγονὸς ἐν τοῖς ξηροῖς ξύλοις, πεσὼν προσεκύνησε τῷ κυρίῳ, καὶ ειπε "1τοῦτο τὸ ξύλον ἔσται ἁμαρτίας ἀπόφασις."
2 τὸ δὲ ξύλον εἰς μέγα δένδρον ἐγένετο, διαρκέσαν αὐτὸ μέχρι καὶ τῆς βασιλείας Σολομῶντος. ἔλαβε δὲ πληροφορίαν ὁ Ἀβραὰμ περὶ της ἀφέσεως τῆς ἁμαρτίας τοῦ Λώτ. ὅτε δὲ ὁ ναὸς τῶν Ἱεροσολύμων ἐκτίζετο, μετὰ τῶν ἄλλων ἐξεκόπη καὶ αὐτὸ τὸ δένδρον, καὶ πελεκηθὲν ἔκειτο ἀργὸν ἐν τῷ ἱερῷ, οἰκονομίᾳ καὶ τοῦτο θεοῦ. ὅτε δὲ ἔμελλε παθεῖν τὸ ὑπὲρ τοῦ κόσμου σωτήριον πάθος ὁ Χριστὸς καὶ θεὸς ἡμῶν, ἐσταυρώθη ἐν αὐτῷ παρὰ τῶν Ἰουδαίων.