1

 2

1

Fragmenta in epistulam ad Ephesios 448Eph 1,17 Ὁ ἐν ἁγίοις Γρηγόριος ἐν τῷ Περὶ υἱοῦ λόγῳ, ὡς νομίζω, τὰ δύο εἰς τὸν Χριστὸν ἐδέξατο· πατέρα μὲν τοῦ λόγου, θεὸν δὲ τοῦ προσλήμματος, ἵνα ἐκ θεότητος καὶ ἀνθρωπότητος ἐν μίᾳ φύσει δείξῃ τὸν Ἐμμανουήλ. επη 1,22 Ἢ ὑπὲρ ἀγγέλους, φησί, καὶ ἀρχαγγέλους αὐτὸν τὸν υἱὸν ἔδωκε κεφαλήν· ἢ τὸν ὄντα ὑπὲρ πάντα τὰ ὁρώμενα καὶ νοούμενα Χριστόν, ἢ ὑπὲρ πάντα τὰ ἀγαθὰ τοῦτο πεποίηκεν, τὸ τὸν υἱὸν δοῦναι κεφαλήν. επη 2,2 Ἢ ἀπολελυμένως νόησον, ὅτι ἐν τῷ νῦν, φησί, κόσμῳ περιεπατήσατε ἐν ἁμαρτίαις. Ὥστε κατὰ τὸ νόημα τοῦτο, ὃ μᾶλλον καὶ ὁ ἅγιος Κύριλλος καὶ ὁ ἅγιος Ἰωάννης δέχεται, καὶ ἄρχων μέν ἐστι τῶν μετ' αὐτοῦ πεσόντων, ἡμῶν δὲ οὐκ ἄρχει οὔτε ἦρξεν, ἀλλὰ μόνον ἐνεργεῖ· ἐξὸν δὲ ἡμῖν μὴ δέξασθαι αὐτοῦ τὴν ἐνέργειαν. επη 2,3 Ὡσεὶ εἶπεν· σωματικῶς καὶ ψυχικῶς ἁμαρτάνοντες. επη 2,5 Νῦν μὲν τῇ δυνάμει, ὕστερον δὲ καὶ ἐνεργείᾳ. 449 επη 2,12 Καὶ ξένοι, φησί, τῶν διαθηκῶν, ἢ τοῦ νόμου ἢ τῆς πρὸς αὐτοὺς ἐπαγγελίας. επη 3,10 Πρὸ τῶν τῆς ἐνανθρωπήσεως τοῦ σωτῆρος ἡμῶν χρόνων ἁπλῆν ἐγίνωσκον αἱ οὐράνιαι δυνάμεις τὴν σοφίαν τοῦ θεοῦ, ἐκ μόνου τοῦ δυνατοῦ κατορθουμένην· ὁ γὰρ τῇ ὁρμῇ τοῦ οἰκείου θελήματος οὐσιώσας τὰ πάντα θεὸς δυνάμει ἀκαταλήπτῳ διετήρει πρὸς διαμονὴν τὰ δημιουργηθέντα, καὶ οὐδὲν ἦν ποικίλον, ἀλλ' οἷον ἐθεωρεῖτο τοιοῦτον ὑπῆρχεν. νῦν δέ γε διὰ τῆς εἰς τὴν ἐκκλησίαν καὶ τὸ ἀνθρώπινον γένος οἰκονομίας οὐκέτι μόνον ἁπλῆ ἀλλὰ καὶ πολυποίκιλος ἐγνώσθη ἡ σοφία τοῦ θεοῦ, διὰ τῶν ἐναντίων τὰ ἐναντία κατορθοῦσα· διὰ θανάτου ζωήν, διὰ ἀτιμίας δόξαν, διὰ σταυροῦ τρόπαιον, διὰ πάντων τῶν εὐτελῶν τὰ θεοπρεπῆ. διὰ οὖν τῆς εἰς ἡμᾶς οἰκονομίας τῆς ἐν τῇ ἐνανθρωπήσει γενομένης πολυποίκιλος ἐγνώσθη ἡ σοφία καὶ ἡ δύναμις τοῦ θεοῦ ταῖς οὐρανίαις δυνάμεσιν. Οὕτως ὁ ἐν ἁγίοις Γρηγόριος ἐν τῇ ὀγδόῃ ὁμιλίᾳ τῆς ἑρμηνείας τῶν Ἀσμάτων διασαφηνίζων λέγει. επη 3,21 Ἢ ὅτι τῇ ἐκκλησίᾳ ἐπεύχεται ὥστε διατηρεῖν ἀεὶ τὴν δοξολογίαν τοῦ θεοῦ καὶ μήποτε παρατραπῆναι. τὸ δὲ ἐν Χριστῷ Ἰησοῦ ἢ σὺν Χριστῷ Ἰησοῦ νόει, ἢ νοήσεις διὰ Χριστοῦ Ἰησοῦ, διὰ τὴν σάρκα τοῦτο νοῶν εἰρῆσθαι, ὃ καὶ ἀποδεκτέον ἡμῖν. επη 4,10 Καὶ γὰρ καὶ γυμνῇ πάλαι τῇ θεότητι πάντα ἐπλήρωσεν· καὶ σαρκωθείς, ἵνα τὰ πάντα καὶ μετὰ σαρκὸς πληρώσῃ, κατέβη καὶ ἀνέβη. επη 4,13 Πλήρωμα Χριστοῦ φησι τὴν περὶ τοῦ Χριστοῦ ὁλοτελῆ γνῶσιν καὶ πίστιν, οἷον ὅτι ἐκ παρθένου σάρκα ἔλαβεν, ὅτι ἐκ θεότητος 450 καὶ ἀνθρωπότητος εἰς μίαν ὑπάρχει φύσιν. ἵνα μὴ ἀκούσας ἄνδρα τέλειον καὶ μέτρον ἡλικίας τὴν σωματικὴν νοήσῃς, ἐπήγαγε τοῦ πληρώματος τοῦ Χριστοῦ, ὡσεὶ ἔλεγεν· μέχρις οὗ εἰς τελειότητα φθάσωμεν τῆς ὁλοτελοῦς τοῦ Χριστοῦ πίστεως καὶ γνώσεως. επη 4,16 Ὅρα τί κἀγὼ ἐνόμισα οὔτε γὰρ ἐχώρησα τὰ τοῦ μακαρίου Ἰωάννου ἕξει νοῆσαι · ἐξ οὗ, Χριστοῦ, πᾶν τὸ σῶμα τῆς ἐκκλησίας συναρμολογούμενον αὐτῷ καὶ συμβιβαζόμενον, τοῦτ' ἔστι συγκεκολλημένον αὐτῷ καὶ προσηνωμένον ὡς ἰδίᾳ κεφαλῇ ἐξ αὐτοῦ γὰρ ἡμῖν τὸ κεκολλῆσθαι αὐτῷ , κεκολλημένον δὲ διὰ πάσης ἁφῆς, τοῦτ' ἔστιν αἰσθήσεως, τῆς ἐπιχορηγίας κατ' ἐνέργειαν ἐν μέτρῳ ἑνὸς ἑκάστου μέρους, τοῦτ' ἔστι διὰ τῆς κατ' ἐνέργειαν Χριστοῦ ἐπιχορηγίας τοῦ ἁγίου πνεύματος τῆς κατὰ τὸ μέτρον καὶ τὴν τῆς ὑποδοχῆς δύναμιν ἑνὸς ἑκάστου μέλους τοῦ Χριστοῦ γινομένης, τὴν αὔξησιν τοῦ σώματος τοῦ Χριστοῦ, τοῦτ' ἔστι τῆς ἐκκλησίας, ποιεῖται. αὔξησιν δὲ δηλαδὴ πνευματικήν· διὰ γὰρ τῆς ἐπιχορηγίας τοῦ ἁγίου πνεύματος αὔξεται εἰς μέτρον τέλειον πνευματικῆς ἡλικίας ἡ ἐκκλησία, εἴτε διὰ χαρισμάτων, εἴτε διὰ γνώσεως, εἴτε διὰ πίστεως. Ἐν ἀγάπῃ, ᾗ αὐτὸς ἡμᾶς ἀγαπᾷ· διὰ γὰρ τὸ ἀγαπᾶν ἡμᾶς, φησί, ταῦτα ποιεῖ. επη 4,26 Ἤκουσά τινων ἑρμηνευσάντων· μία, φησίν, ἀναμάρτητος ὀργὴ ἡ πρὸς τοὺς δαίμονας καὶ τὰ πάθη. Ἢ ὅτι τοῦ ἄνω ἤρτηται, μὴ ἐπιδυέτω, φησίν, ὁ ἥλιος ἐπὶ τῷ παροργισμῷ ὑμῶν, ἵνα μὴ δῶτε χώραν τῷ διαβόλῳ, διὰ τῶν κατὰ τὴν