1
Catena in Ecclesiasten (e cod. Marc. gr. 22)
ΕΙΣ ΤΟΝ ΕΚΚΛΗΣΙΑΣΤΗΝ Προκοπίου χριστιανοῦ σοφιστοῦ ἐξηγητικῶν ἐκλογῶν ἐπιτομή, ἀπὸ φωνῆς Γρηγορίου Νύσσης καὶ ∆ιονυσίου Ἀλεξανδρείας, Ὠριγένους, Εὐαγρίου, ∆ιδύμου, Νείλου [καὶ Ὀλυμπιοδώρου]. ηψπο.τ Ὑπόθεσις τοῦ αὐτοῦ. ηψπο.1 Τῶν παροιμιακῶν νοημάτων γυμνασάντων τὸν νοῦν, ἡ ἄνοδος νῦν ἐπὶ τὴν ὑψηλοτέραν γίνεται θεωρίαν, πόνων ἔτι δεομένη μειζόνων. Πλὴν ὅμως κατὰ δύναμιν τῇ περὶ τούτων ἐγχωρητέον ζητήσει, τῷ σωτῆρι πειθομένοις εἰπόντι· ἐρευνᾶτε τὰς γραφάς. Αὐτὸς γὰρ ἡμῖν χορηγήσει καὶ πρὸς τοῦτο τὴν δύναμιν. Ταῖς μὲν οὖν ἄλλαις ἁπάσαις γραφαῖς, ἱστορίαις τε καὶ προφητείαις, καὶ πρὸς ἄλλα τινὰ τῶν μὴ πάνυ τῇ ἐκκλησίᾳ χρησίμων ὁ σκοπὸς βλέπει· ἡ δὲ τοῦ βιβλίου τούτου διδασκαλία πρὸς μόνην βλέπει τὴν ἐκκλησιαστικὴν πολιτείαν, δι' ὧν ἄν τις τὸν ἐν ἀρετῇ κατορθώσειε βίον ὑφηγουμένη, ὑπερτιθεῖσα τὸν νοῦν τῆς αἰσθήσεως καὶ τῶν κατ' αἴσθησιν εἶναι δοκούντων λαμπρῶν, τῶν ἀνεφίκτων αἰσθήσει τὴν ἐπιθυμίαν ἐμβάλλουσα. ∆ιὸ κατ' ἐξαίρετον Ἐκκλησιαστὴς ὄνομα τῷ βιβλίῳ. Τάχα δὲ καὶ πρὸς τὸν Ἐκκλησιαστὴν τὸν ἀληθινὸν ἡμᾶς τῆς ἐπιγραφῆς ὁ λόγος ἀνάγει, τὸν ἐξ ἁπάσης πλάνης τὰ διεσπαρμένα συνάγοντα, τὸν ἀληθινὸν βασιλέα, τὸν υἱὸν τοῦ θεοῦ, πρὸς ὅν φησι Ναθαναήλ· σὺ εἶ ὁ υἱὸς τοῦ θεοῦ, σὺ εἶ ὁ βασιλεὺς τοῦ Ἰσραήλ. Εἰ οὖν τὰ ῥήματα ταῦτα τοῦ βασιλέως ἐστὶν Ἰσραήλ, ὁ δὲ αὐτὸς καὶ υἱός ἐστι τοῦ θεοῦ, καὶ αὐτὸς ἄρα Ἐκκλησιαστὴς ὀνομάζεται, καὶ μανθάνομεν ὡς ἐπ' αὐτὸν ἡ τῶν παρόντων ῥημάτων ἀναφέρεται δύναμις. 1.1 Ῥήματα Ἐκκλησιαστοῦ υἱοῦ ∆αβίδ, βασιλέως Ἰσραὴλ ἐνἹερουσαλήμ. {∆ιδύμου.} Προσεκτικὸν ποιεῖ τὸν ἀκούοντα. Οὐ γὰρ ἰδιώτου ἢ τοῦ τυχόντος οἱ λόγοι. Τὰ μὲν γὰρ ἠθικὰ διδάσκων ἑαυτοῦ παροιμίας λέγει, φυσικὰ δὲ παραδιδοὺς οὐκέτι Σολομῶντος ἀλλ' Ἐκκλησιαστοῦ φησιν. Οὐ γὰρ ᾗ Σολομὼν ἁπλῶς καὶ ἄνθρωπος, ἀλλ' ᾗ σοφὸς καὶ θεοῦ διάκονος ταῦτα προφέρεται. Αὐτοῦ γοὖν ἐστιν εἰπόντος ἀκοῦσαι· οἱ ἐμοὶ λόγοι ὑπὸ θεοῦ εἴρηνται, καθάπερ ἀπο στόλων καὶ προφητῶν. Ἀλλὰ καὶ ὃν ἀπέστειλεν ὁ θεὸς τὰ ῥήματα λαλεῖ τοῦ θεοῦ. Λαλεῖ δὲ βασιλεύων οὐκ αἰσθητῶς ἀλλὰ νοητῶς τοῦ Ἰσραήλ, τοῦ διορῶντος νοῦ τὰ παρὰ θεοῦ λαλούμενα ῥήματα. Βασιλεύει δὲ οὐκ ἐν τόπῳ ψιλῷ, ἀλλ' ἐν Ἱερουσαλήμ, τῇ τῆς εἰρήνης ὁράσει. {Νείλου.} Ἐκκλησιαστὴν ἑαυτὸν ἐκάλεσεν ὁ Σολομών, ὡς πάντας ἀνθρώπους ἐκκλησιάζων καὶ δεσμεύων εἰς ὁμόνοιαν, καὶ ἐν κοινῷ τὴν φυσικὴν παραδιδοὺς θεωρίαν. {∆ιονυσίου.} Οὕτω καὶ Ματθαῖος υἱὸν ∆αβὶδ ὀνομάζει τὸν κύριον. 1.2 Ματαιότης ματαιοτήτων, εἶπεν ὁ Ἐκκλησιαστής, τὰ πάντα ματαιότησ. {∆ιδύμου.} Καλὰ λίαν· ὡς. δὲ πρὸς τὸν θεὸν πάντα ματαιότης, τὰ δὲ ὁρώμενα ματαιότης ματαιοτήτων. Καὶ ∆αβὶδ δέ· πλὴν τὰ σύμπαντα ματαιότης, φησί, πᾶς ἄνθρωπος ζῶν. Εἰ δὲ ὁ ζῶν ἄνθρωπος ματαιότης, ὁ μὴ ζῶν ματαιότης ματαιοτήτων. Ἀλλὰ καὶ πρὸς τοὺς ἐλθόντας εἰς τὸ νοῆσαι τὴν ἐκκλησίαν καὶ θαυμάζοντας τὴν θεωρίαν τῶν γεγονότων ὁ λόγος φησί· μὴ νομίσητε τὸ ἔσχατον τέλος τοῦτο εἶναι, τὸ ἐν ἐπαγγελίᾳ ἡμῖν ἀποκείμενον. Ταῦτα γὰρ πάντα μάταια ἐνώπιον τῆς γνώσεως τοῦ θεοῦ· μετὰ γὰρ τὴν γνῶσιν τῆς τριάδος μάταιοι τῷ αἰῶνι καὶ κόσμῳ οἱ λόγοι, ὥστε μάτην περὶ τὸν βίον τοῦτον πλανώμεθα, τὸν χρόνον περιττῶς ἀναλίσκοντες. Ὅταν γὰρ φθάσῃ τὸ τέλος, οὐδὲν ἡμῖν τῶν ὁρωμένων παρίσταται, ἡμεῖς δὲ στενάξομεν ὡς μάτην μοχθήσαντες. Ἀνοιγέτω τοίνυν τὸ οὖς ἡ ἐκκλησία· πρὸς αὐτὴν γὰρ τὰ ῥήματα ὁ Ἐκκλησιαστὴς λαλεῖ, ὅσα περὶ τὸν βίον πλανῶμεν καὶ πλανώμεθα, ἥτις ἐστὶ ματαιότης. 1.3 Τίς περισσεία τῷ ἀνθρώπῳ ἐν