Fragmenta in epistulam i ad Thessalonicenses (in catenis)
1 Thess: Prolog
Πολλοὺς ὑπέμειναν διωγμοὺς οἱ ἐν Θεσσαλονίκῃ Χριστιανοὶ οἱ ἀπὸ τῶν ἐθνῶν πιστεύσαντες ὑπὸ τῶν ἔτι Ἑλλήνων ὄντων, ἐφ' οἷς αὐτοὺς παραμυθεῖται. μέμνηται δὲ καὶ τῆς τῶν νεκρῶν ἀναστάσεως παραμυθούμενος αὐτοὺς ἐν ταῖς τῶν οἰκείων ἀποβολαῖς. ἡ δὲ προτεταγμένη τοῦ προοιμίου εὐχαριστία τῷ θεῷ μαρτυρία ἐστὶ τῆς τῶν Θεσσαλονικέων εὐλαβείας. 1 Thess 1,3 Ἡ μὲν πίστις ἐγείρει πρὸς ἔργον τοῦ ἀγαθοῦ, ἡ δὲ ἀγάπη παραμένειν ποιεῖ τοῖς πόνοις, ἡ δὲ ἐλπὶς ὑπομένειν ποιεῖ μετὰ μακροθυμίας τοὺς ἀγωνιζομένους. Καὶ ἡ μὲν πίστις ἐγείρει πρὸς καμάτους, ἡ δὲ ἀγάπη ἐπιμένειν ποιεῖ τοῖς πόνοις. 329 1 Thess 1,4-5 Εἰδότες, φησίν, ἀδελφοὶ ἠγαπημένοι, ὅτι τὸ εὐαγγέλιον οὐκ ἐγενήθη εἰς ὑμᾶς ἐν λόγῳ μόνῳ, ἀλλὰ καὶ ἐν δυνάμει. οὐ μόνον, φησίν, ἐκηρύξαμεν ὑμῖν τὸν λόγον, ἀλλὰ καὶ δυνάμεις καὶ θαυματουργίας ὑμῖν ἐπεδείξαμεν. 1 Thess 1,8 Ἀντὶ τοῦ διαδίδοται καὶ διαβεβόηται. 1 Thess 2,2 Οὐκ ἀφείλετο ἡμῶν, φησί, τὰ ἐν Φιλίπποις κακὰ τὴν εἰς Χριστὸν παρρησίαν, ἀλλ' ἐλθόντες πρὸς ὑμᾶς ἀδεῶς ἐκηρύξαμεν τὸν λόγον. 1 Thess 2,4 Τὸ εὐαγγέλιον δι' οὗ παρακαλοῦμεν τοὺς θλιβομένους, τοῦτ' ἔστιν ἡ ἀνάστασις καὶ ἡ ἐν αὐτῇ μισθαποδοσία οὐ κατὰ πλάνην ἀλλὰ κατ' ἀλήθειαν κηρύττεται. 1 Thess 2,7 Ἀντὶ τοῦ ἐπιβαρεῖς καὶ ἐπαχθεῖς διὰ τὸ ἀπαιτεῖν τιμὰς ἃς δεῖ τιμᾶσθαι ἀποστόλους Χριστοῦ. 1 Thess 3,3 Οὐκ εἶπεν τὸ μηδένα ὀκλάζειν, ἵνα μὴ δόξῃ κατηγορεῖν, ἀλλ' ἔθηκε λέξιν τὴν μὴ δυναμένην ἐλεγκτικὴν εἶναι τῆς ἐνδόσεως σαίνεσθαι εἰπὼν τὸ μηδένα ξενίζεσθαι. 1 Thess 4,15-17 Οὐκ αὐτὸς ἔμελλε περιλιμπάνεσθαι, φησίν, ἀλλὰ τὸ ἡμεῖς ἢ ἀντὶ τοῦ τοσοῦτον ὀλίγοι καὶ 330 εὐαρίθμητοι περιλειφθήσονται, οὐ φθάσουσι τοὺς κεκοιμημένους ἁγίους εἰς τὴν ἀπάντησιν τοῦ Χριστοῦ· εἰ γὰρ καὶ πάντες ἐγείρονται, ἀλλ' οὐ πάντες ἀπαντήσουσι τῷ Χριστῷ ἀλλ' οἱ δίκαιοι. δῆλον οὖν ὅτι ἐν τῇ παρουσίᾳ τοῦ Χριστοῦ καὶ ζῶντές τινες καταλαμβάνονται. ἢ καὶ τοιοῦτόν ἐστιν ὅ φησιν· εἰ συνέβαινε νῦν τὸν Χριστὸν ἐλθεῖν, ἡμεῖς οἱ περιλιμπανόμενοι σήμερον οὐ μὴ φθάσωμεν ἐν τῇ παρουσίᾳ τοῦ Χριστοῦ τοὺς κοιμηθέντας. στικτέον δὲ μετὰ τὸ οἱ περιλειπόμενοι εἰς τὴν ἡμέραν τοῦ κυρίου οὐ μὴ φθάσωμεν τοὺς κοιμηθέντας. Ἐν φωνῇ ἀρχαγγέλου. τὸ αὐτὸ λέγει καὶ ὁ κύριος· μέσης δὲ νυκτὸς φωνὴ ἐγένετο· ἰδοὺ ὁ νυμφίος ἔρχεται. Καὶ οἱ νεκροὶ ἐν Χριστῷ ἀναστήσονται πρῶτον. τοῦτο πάλιν αὐτὸς ὁ κύριος λέγει ἐν τοῖς Εὐαγγελίοις, ὅθεν καὶ ὁ κύριος καὶ ὁ ἀπόστολος αἰνίττονται ὅτι νυκτὸς ἔσται ἡ παρουσία τοῦ κυρίου. Ἔπειτα ἡμεῖς οἱ ζῶντες οἱ περιλειπόμενοι, ἀντὶ τοῦ οἱ 329, col 2 περὶ ἡμᾶς δίκαιοι. Ζῶντας ἔτι τινὰς βούλεται καταλαμβάνεσθαι ἐν τῇ παρουσίᾳ τοῦ Χριστοῦ, καὶ τοῦτο δηλοῦσθαι 330,ξολ2 ἐκ τοῦ ἡμεῖς οἱ περιλειπόμενοι ἐν τῇ παρουσίᾳ τοῦ κυρίου. καὶ τοιοῦτόν ἐστιν ὅ φησιν ὁ σωτήρ· ὥσπερ γὰρ ἐν ταῖς ἡμέραις τοῦ Νῶε ἦσαν γαμοῦντες καὶ γαμισκόμενοι, καὶ ἐξάπινα ἦλθεν ὁ κατακλυσμὸς καὶ ἔλαβε πάντας, οὕτως ἔσται ἡ παρουσία τοῦ υἱοῦ τοῦ ἀνθρώπου. οὐκοῦν, φησίν, ζῶντες καταλαμβάνονταί τινες. Ἐν κελεύσματι καὶ ἐν φωνῇ ἀρχαγγέλου, καὶ οἱ νεκροὶ ἐν Χριστῷ ἀναστήσονται. τοῦτο αὐτὸς ὁ κύριος λέγει ἐν τῷ Εὐαγγελίῳ· μέσης δὲ οὔσης νυκτός, φησί, φωνὴ ἐγένετο· ὁ νυμφίος ἔρχεται. ὅτι δὲ ζῶντες καταλαμβάνονται, οἳ καὶ ἀναλαμβάνονται μετὰ τῶν κοιμηθέντων, ὁ κύριος δηλοῖ ἐν τῷ Εὐαγγελίῳ λέγων· δύο ἔσονται ἐν κλίνῃ· ὁ εἷς παραληφθήσεται, καὶ ὁ εἷς ἀφεθήσεται. καὶ δύο ἔσονται ἀλήθουσαι· ἡ μία παραληφθήσεται, καὶ ἡ μία ἀφεθήσεται. καὶ ὁ κύριός τε καὶ ὁ Παῦλος αἰνίττονται ὅτι νυκτὸς ἔσται ἡ παρουσία. 1 Thess 5,4-5 Ἡμέραν κυρίου τὴν παρουσίαν αὐτοῦ λέγει. κλέπτῃ δὲ παρείκασεν αὐτήν, ὅτι λανθάνουσα καὶ παρὰ