Fragmenta in epistulam ii ad Thessalonicenses (in catenis)
2 Thess: Prolog Πάλιν ἐπὶ τοῖς διωγμοῖς οἷς ὑπέμενον οἱ Θεσσαλονικεῖς παραμυθεῖται αὐτούς, ἐξ αὐτοῦ τοῦ προοιμίου μνημονεύσας τῆς δικαίας καὶ μεγάλης ἀνταποδόσεως τοῦ Χριστοῦ τῆς τοὺς πονηροὺς ἀμυνομένης, τοὺς δὲ ἁγίους στεφανούσης. εἶτα ἐπειδὴ πολλὴ ζήτησις ἦν περὶ τῆς δευτέρας τοῦ Χριστοῦ παρουσίας τὸ πότε ἐλεύσεται, καὶ περὶ τούτου διορθοῦται τὰς ὑπολήψεις, ὥστε μὴ προλαμβάνεσθαι ἢ παραφέρεσθαι ταῖς ξέναις διδασκαλίαις. ὑποτίθεται καὶ τὸν τρόπον καὶ τὴν ἀκολουθίαν τῆς παρουσίας Χριστοῦ τῆς πάλιν ἐσομένης μετὰ τὴν τοῦ ἀντιχρίστου πλάνην. 2 Thess 1,3 Ἡ μετὰ δικαιοσύνης ἀγάπη τὸ μὴ μόνον ἀγαπᾶν ἀλλὰ καὶ ἀνταγαπᾶσθαι. 2 Thess 1,6-8 Οὐκ ἀμφιβολίας ἐστὶ τὸ εἴπερ δίκαιον, ἀλλ' ἐπιτάσεως καὶ ὁμολογίας· καὶ γὰρ ἐν ἤθει εἴρηται, ὡς πολλάκις φαμέν, ἡμέρας οὔσης· «εἴπερ ἡμέρα ἔστιν». ∆ιδόντος ἐκδίκησιν τοῖς μὴ εἰδόσι τὸν θεόν, ἀντὶ τοῦ ἐπάγοντος τιμωρίαν τοῖς ἀσεβοῦσιν. Μετ' ἀγγέλων δυνάμεως αὐτοῦ ἐν φλογὶ πυρός. τὸ φοβερὸν τῆς ἐνδόξου παρουσίας παρίστησι καὶ διὰ τούτων, καὶ δι' ὧν ἐπάγει τοὺς ἠδικημένους παραθαρρύνων· μεγάλη γὰρ παραμυθία οὐ μόνον ὁ μισθὸς ὁ ὑπὲρ τῶν παθῶν ἀλλὰ καὶ ἡ κατὰ τῶν ἠδικηκότων αὐτοὺς γενομένη τιμωρία. 2 Thess 1,10 Ὅτι ἐπιστεύθη τὸ μαρτύριον ἡμῶν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ· ἡ γὰρ ἐνταῦθα πίστις προευτρεπίζει τὸν μισθὸν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ. ποίᾳ; ἐν ᾗ ἥξει ὁ Χριστός. 2 Thess 2,1-4 Παραινεῖ αὐτοὺς μὴ θορυβεῖσθαι ἀκαίρως πρὸ τῆς ἐπιφανείας τοῦ κυρίου, μήτε εἰ προφῆται λέγοιεν εἶναι ἐν οἷς πνεῦμα πλάνης ἐστίν, μήτε εἰ λόγοι καὶ φῆμαι περὶ τοῦ κυρίου κατασπείροιντο, μήτε εἰ ἐπιστολήν τινες πλασάμενοι κομίζοιεν ὡς ἡμετέραν. ὅτι ἐὰν μὴ ἔλθῃ ἡ ἀποστασία πρῶτον καὶ ἀποκαλυφθῇ ὁ ἄνθρωπος τῆς ἁμαρτίας, ὁ υἱὸς τῆς ἀπωλείας, ὁ ἀντικείμενος καὶ 333 ὑπεραιρόμενος ἐπὶ πάντα λεγόμενον θεὸν ἢ σέβασμα. μὴ προσδοκᾶτε, φησί, τὸν σωτῆρα πρὸ τοῦ πλάνου ὃν δεῖ πρότερον ἐλθεῖν, καθὼς ἔφην. ὑπὲρ πάντα θεὸν ἢ σέβασμα ὑπεραιρόμενον, οἷον ὑπὲρ πᾶσαν εἰδωλολατρείαν· ὥσπερ γὰρ αὐτὸς αὐτὴν συνεστήσατο, οὕτω καὶ αὐτὸς ἀνατρέψει αὐτὴν ἐλθών, καὶ πᾶσαν αἵρεσιν, ἣν ἀντέθηκε τῷ λόγῳ τῆς ἀληθείας, ἵνα καὶ κατὰ τοῦτο κατακριθῶσιν οἱ ἄνθρωποι, ὅτι τὰ εἴδωλα ἐφ' οἷς ἐπλανήθησαν, οὐκ αὐτοὶ καθεῖλον, ἀλλ' ὁ πλανήσας. τὰς δὲ πλάνας ταύτας ἐξ ἀρχῆς συνεστήσατο ὁ διάβολος, ἀφιστῶν τοῦ θεοῦ κατὰ βραχὺ τοὺς ἀνθρώπους καὶ ἠρέμα τὴν ἑαυτοῦ προσκύνησιν ἀντεισάγων, ἵνα ὅταν μετὰ ταῦτα ἔλθῃ, πεπλανημένους αὐτοὺς καὶ ἐκτὸς ὄντας τῆς τοῦ θεοῦ βοηθείας, εὐχερῶς ὑπαγάγηται ἑαυτῷ. περὶ δὲ τῆς ἐσομένης πλάνης τῶν ἀνθρώπων καὶ αὐτὸς ὁ σωτὴρ προεῖπεν ὅτι δυσχερὲς ἐλθόντα αὐτὸν εὑρεῖν τὴν πίστιν ἐπὶ τῆς γῆς. ὁ ἄνθρωπος τῆς ἁμαρτίας, τοῦτ' ἔστι ὁ ἀντίχριστος· ἥξει γὰρ εἰς Ἱεροσόλυμα ὡς ἀνοικοδομήσων τὸν ναόν, καὶ στήσεται ἐν τῷ ἁγίῳ τόπῳ θεὸν ἑαυτὸν ἀναγορεύων. ὁ ἀντικείμενος καὶ ὑπεραιρόμενος ὑπὲρ πάντα μὲν λεγόμενον θεόν, ἀντὶ τοῦ ὑπὲρ πᾶσαν εἰδωλολατρείαν· ὑπὲρ δὲ πᾶν σέβασμα, ἀντὶ τοῦ πᾶσαν 334 αἵρεσιν ἣν ἀντέθηκε τῷ λόγῳ τῆς ἀληθείας. ὥσπερ ὑποσκευὴ ἁψῖδος, οὕτως αἱ αἱρέσεις παρὰ τοῖς λεγομένοις καὶ Ἰουδαίοις καὶ Ἕλλησι προπαρασκευή εἰσι τῷ διαβόλῳ. καὶ ὥσπερ ἁψῖδος σφιγχθείσης καὶ λαβούσης τὴν οἰκείαν κατασκευὴν ἡ ὑποσκευὴ λύεται, καὶ μένει μόνη ἡ ἁψὶς στερεά, οὕτως ὁ διάβολος τὰς αἱρέσεις τὰς πολλὰς καὶ τὰς τῆς πλάνης ὁδοὺς ἀντὶ ὑποσκευῆς ὑπέθηκεν ὥσπερ ἁψῖδά τινα τὴν ἑαυτοῦ προσκύνησιν ἐπισκευάσας. 333, col 2 ∆ιὰ τούτου δείκνυσιν ὅτι τὴν εἰδωλολατρίαν ἣν ὁ διάβολος συνεστήσατο, αὐτὸς ἐλθὼν ἀνατρέπει. καὶ πᾶσαν αἵρεσιν ἣν ἀντέθηκεν τῷ λόγῳ τῆς ἀληθείας, αὐτὸς ἐλθὼν παραλύει, ἵνα καὶ ἐν