1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

1

Graecarum affectionum curatio

ΘΕΟ∆ΩΡΗΤΟΥ ΕΛΛΗΝΙΚΩΝ ΘΕΡΑΠΕΥΤΙΚΗ ΠΑΘΗΜΑΤΩΝ.

ΠΡΟΘΕΩΡΙΑ.

p.1 Πολλάκις μοι τῶν τῆς Ἑλληνικῆς μυθολογίας ἐξηρτημένων

ξυντετυχηκότες τινὲς τήν τε πίστιν ἐκωμῴδησαν τὴν ἡμετέραν, οὐδὲν ἄλλο λέγοντες ἡμᾶς τοῖς τὰ θεῖα παρ' ἡμῶν παιδευομέ νοις ἢ τὸ πιστεύειν παρεγγυᾶν, καὶ τῆς τῶν ἀποστόλων κατηγό ρουν ἀπαιδευσίας, βαρβάρους ἀποκαλοῦντες, τὸ γλαφυρὸν τῆς εὐεπείας οὐκ ἔχοντας· καὶ τὸ γεραίρειν δὲ τοὺς μάρτυρας κατα γέλαστον ἔφασκον, καὶ λίαν ἀνόητον τὸ πειρᾶσθαι τοὺς ζῶντας παρὰ τῶν τεθνεώτων ὠφέλειαν πορίζεσθαι· προσετίθεσαν δὲ καὶ p.2 ἕτερα ἄττα παραπλήσια τούτοις, ἃ διδάξει τὸ ξύγγραμμα. Ἐγὼ δὲ πρὸς μὲν ἐκείνους ἅπερ ἐχρῆν διεξῆλθον, τὰ κατηγορήματα διαλύων· ἀνόσιον δὲ ᾠήθην καὶ δυσσεβὲς παριδεῖν τοὺς ἁπλοῖς ἤθεσι κεχρημένους ὑπ' ἐκείνων ἀπατωμένους καὶ μὴ ξυγγράψαι p.3 καὶ διελέγξαι τῶν κατηγορημάτων τὸ μάταιον. Καὶ διεῖλον μὲν εἰς δυοκαίδεκα διαλέξεις τὴν πραγματείαν, τὸν ἀνειμένον δὲ χαρακτῆρα τοῖς λόγοις ἐντέθεικα· τῇ διδασκαλίᾳ γὰρ εἶναι τοῦ τον ὑπείληφα πρόσφορον, ἄλλως τε καὶ ταῖς Πλάτωνος καὶ τῶν ἄλλων φιλοσόφων χρώμενον μαρτυρίαις ἔδει καὶ τοὺς λόγους μὴ παντάπασιν ἀπᾴδοντας ξυναρμόσαι, ἀλλ' ἔχοντάς τινα πρὸς ἐκεί νας ἐμφέρειαν. p.4 Ἡ δὲ πρώτη διάλεξις τὴν ὑπὲρ τῆς πίστεως καὶ τῆς τῶν ἀποστόλων ἀπαιδευσίας ἀπολογίαν ποιεῖται, ἐκ τῶν Ἑλληνικῶν φιλοσόφων τὰς ἀποδείξεις προσφέρουσα. p.5 Ἡ δὲ δευτέρα τῶν παρ' Ἕλλησιν ὀνομαστοτάτων σοφῶν καὶ τῶν μετ' ἐκείνους φιλοσόφων ἐπικληθέντων τὰς περὶ τῆς τῶν ὅλων ἀρχῆς ἀπαριθμεῖται δόξας· καὶ Μωϋσοῦ τοῦ πάντων ἐκεί νων πρεσβυτάτου τὴν ἀληθῆ θεολογίαν ἐκ παραλλήλου τιθεῖσα, τὴν μὲν ἐκείνων διελέγχει ψευδολογίαν, τῆς δὲ τούτου διδασκα λίας ἀστράπτουσαν δείκνυσι τὴν ἀλήθειαν. p.6 Ἡ δὲ τρίτη διδάσκει, τίνα μὲν περὶ τῶν δευτέρων παρ' Ἕλλησι καλουμένων θεῶν παρ' ἐκείνοις μεμυθολόγηται, τίνα δὲ περὶ τῶν ἀσωμάτων, κτιστῶν δὲ φύσεων ἡμᾶς ἡ θεία διδάσκει γραφή, ὥστε πάλιν τῇ παρεξετάσει καὶ τῶν παρ' ἡμῖν θρησκευο μένων δειχθῆναι τὸ ἀξιέπαινον καὶ τῶν μυσαρῶν ἐκείνων μύθων τὸ δυσειδὲς καὶ δυσῶδες διελεγχθῆναι. p.7 Ἡ δὲ τετάρτη περὶ τῆς ὕλης καὶ τοῦ κόσμου τὴν ὑπόθεσιν ἔχει καὶ δείκνυσι τὴν ἡμετέραν κοσμογένειαν πολλῷ τῆς Πλά τωνος καὶ τῶν ἄλλων πρεπωδεστέραν. p.8 Περὶ δὲ τῆς τοῦ ἀνθρώπου φύσεως ἡ πέμπτη δέδεκται τὸν ἀγῶνα, καὶ τὰς Ἑλληνικὰς δόξας καὶ τὰς Χριστιανικὰς ἐπιδεικ νῦσα καὶ ὅσον φωτὸς καὶ σκότους διδάσκουσα τὸ διάφορον. p.9 Τὴν ἕκτην δὲ τάξιν ὁ περὶ τῆς προνοίας ἔλαχε λόγος. Ἔδει γὰρ τοῖς περὶ Θεοῦ καὶ τοῖς ὑπὸ Θεοῦ γεγενημένοις τοῦτον ἀκο λουθῆσαι τὸν λόγον, διελέγχοντα ∆ιαγόρου μὲν τὸ ἄθεον, Ἐπι κούρου δὲ τὸ βλάσφημον, τῆς Ἀριστοτέλους δὲ προνοίας τὸ σμικρολόγον, ἐπαινοῦντα δὲ Πλάτωνος καὶ Πλωτίνου καὶ τῶν ἄλλων, ὅσοι τούτων εἰσὶν ὁμογνώμονες, τὰ περὶ τῆς προνοίας διδάγματα· καὶ φυσικοῖς δὲ λογισμοῖς ἐπιδείκνυσι ταύτην ἐν τῇ κτίσει θεωρουμένην καὶ ἐν ἑκάστῳ τῶν θεόθεν γινομένων προ φαινομένην. p.10 Ἐπειδὴ δὲ καὶ τῶν θυσιῶν ἔδει δεῖξαι τὸ περιττόν, ἡ ἑβδόμη διάλεξις τοῦτον περιέχει τὸν λόγον, φιλοσόφοις μὲν λόγοις τῶν θυσιῶν τῶν Ἑλληνικῶν κατηγοροῦσα, προφητικοῖς δὲ τὸ νηπιῶ δες τῆς Ἰουδαίων νομοθεσίας ἐπιδεικνῦσα. p.11 Τὴν δὲ κατὰ τῶν τοὺς νικηφόρους μάρτυρας γεραιρόντων κατηγορίαν, καὶ μέντοι καὶ τὴν ἀπολογίαν, ἡ ὀγδόη περιέχει, ταῖς τῶν