1

 2

 3

 4

1

Libellus contra Nestorium ad Sporacium

ΘΕΟ∆ΩΡΗΤΟΥ ΕΠΙΣΚΟΠΟΥ ΚΥΡΟΥ ΚΑΤΑ ΝΕΣΤΟΡΙΟΥ ΠΡΟΣ ΣΠΟΡΑΚΙΟΝ.

Ἐπειδὴ δὲ τοῦ κόσμου παντὸς κατὰ μικρὸν ὑποῤῥέοντος, καὶ πρὸς τὴν τοῦδε

τοῦ παντὸς ἐπειγομένου λύσιν, πᾶς τις ἑαυτὸν ἀξιόχρεων εἶναι τῆς εὐσεβείας διδάσκαλον ᾤετο, διὰ τὸν ἐξ ἀμαθίας τῦφον οὐδενὸς μανθάνειν ἀνεχομένου, οὐκέτι λοιπὸν ὁ ἀν θρωποκτόνος δαίμων, ὁ τοῦ ψεύδους πατὴρ, ὁ τῶν ζιζανίων σπορεὺς, τοῖς ἔξωθεν καὶ φανεροῖς πο λεμίοις κατὰ τῆς Ἐκκλησίας ὡπλίζετο· ἀλλ' εὑρὼν ὄργανον, πᾶσαν ὡς εἰπεῖν ἀθρόως αὐτοῦ τὴν τέχνην ὑποδεχόμενον, ἐν τῷ τῆς ὀρθοδοξίας προσχήματι τὴν ἄρνησιν τῆς θεότητος ὁμοῦ καὶ φιλανθρωπίας τοῦ Μο νογενοῦς παρεισάγει, τὸ ἁπλοῦν καὶ ἀτεχνολόγητον τῆς πίστεως ἡμῶν Ἑλληνικοῖς συνταράττων σοφί σμασι. Νεστόριόν που πάντως ἀκούετε· καὶ γὰρ ἐπί σημος ὁ ἀνήρ.

Οὗτος ἐκ τῆς Γερμανικέων πολίχνης ὁρμώμενος, οὐκ οἶδα ποδαποῖς τὸ ἐξ ἀρχῆς ἐντεθραμ μένος ἐπιτηδεύμασιν, ἄλλην ἐξ ἄλλης ἀμείβων χώ ραν, καθάπερ Αἰγυπτιακὴ μάστιξ, τῇ μεγάλῃ τῶν Ἀντιοχέων ἐνέσκηψε πόλει. Ἐν ταύτῃ λόγων ἐλευθερίων μετρίως μετεσχηκὼς, φωνήν τε ὅτι καλλίστην καὶ μεγίστην ἀσκήσας, τῇ Ἐκκλησίᾳ τοῦ Θεοῦ προσ ιὼν εἰσεφθάρη, καὶ τῷ καταλόγῳ τῶν πρεσβυτέ ρων ἐναρίθμιος γεγονὼς, τόν τε τοῦ Θεοῦ λαὸν διδά σκειν πεπιστευμένος, ἔδειξεν εὐθὺς ἐν προοιμίοις, οἷος παρὰ πάντα τὸν βίον γενήσεται. Οὐ γὰρ τὸν εὐγενῆ καὶ γόνιμον, καὶ γεωργῆσαι ψυχὰς ἀνθρώ πων δυνάμενον, ἐζήλωσε χαρακτῆρα τῶν λόγων· ἀλλὰ πρὸς τὸ δημοτερπὲς ἀποκλίνας, καὶ τῶν εἰς ἀέρα λυομένων κρότων θηρευτὴς, εἰ καί τις ἄλλος, 83.1156 γενόμενος, τὸ συρφετῶδες καὶ ἀστάθμητον πλῆθος πρὸς τὸν οἰκεῖον ἐξεκαλέσατο πόθον, φαιὸν περιβε βλημένος ἱμάτιον, ἐστυγνακὼς βαδίζων, τοὺς ἀγο ραίους ἐκκλίνων θορύβους, ὠχρότητι σώματος τὸ δοκεῖν ἐγκρατὴς εἶναι θηρώμενος, οἴκοι τὰ πολλὰ βιβλίοις προσανέχων, καὶ καθ' ἡσυχίαν ἑαυτῷ συγγι νόμενος. Τοιούτοις σχήμασί τε καὶ πλάσμασι τοὺς πολλοὺς δελεάζων, μέχρι πόῤῥω προῆλθε τῆς ἡλι κίας, τὸ δοκεῖν Χριστιανὸς εἶναι πρὸ τοῦ εἶναι διώ κων, καὶ τῆς τοῦ Χριστοῦ δόξης τὴν ἑαυτοῦ προτι μῶν. Ἐπεὶ δὲ, κατὰ τὸ εἰρημένον τῷ ∆εσπότῃ, "Οὐδὲν κρυπτὸν, ὃ οὐ γνωσθήσεται, οὐδὲ ἀπόκρυφον, ὃ οὐ μὴ εἰς φανερὸν ἔλθῃ·" καὶ, "Τὰ καλὰ ἔργα πρό δηλά ἐστι, καὶ τὰ ἄλλως ἔχοντα κρυβῆναι οὐ δύνα ται·" κατὰ τὴν ἀνεξιχνίαστον τῶν τοῦ Θεοῦ κρι μάτων ἄβυσσον, καὶ Νεστόριος, ψήφῳ τῶν περὶ τὰ βασίλεια καὶ τοὺς θρόνους, καὶ αὐτοῦ τοῦ τηνικαῦτα τῆς οἰκουμένης τὰ σκῆπτρα διέποντος, τὴν κατὰ Κωνσταντινούπολιν τῶν ὀρθοδόξων καθολικῆς Ἐκκλησίας τὴν προεδρίαν πιστεύεται, οὐδὲν δὲ ἧττον καὶ τῆς οἰκουμένης ἁπάσης. Ἐνταῦθά μοι λοιπὸν καὶ τὰ δράματα, ὧν μικροῦ πλήρης πᾶσα γῆ τε καὶ θάλασσα. Ὡς γὰρ τὸν μέγιστον ἐκεῖνον κατέλαβε θρόνον, καθά περ τινὰ τυραννίδα τῆς ἀρχιερωσύνης τὴν προστα σίαν ἁρπάσας, οὐκέτι κατέχειν ἐν ἑαυτῷ τὴν ὠδῖνα τῆς ἀσεβείας οἷός τε ἦν, ἀλλ' ἀπὸ τῆς ἐξουσίας προσ λαβὼν ἀμαθῆ παῤῥησίαν, εἰς μέσον ἄγει καὶ προτί θησιν ἅπασιν, ἣν πάλαι συνέλαβε κατὰ τοῦ Μονογενοῦς βλασφημίαν· καὶ πόλεμον ἄντικρυς κατὰ τῶν ἀποστολικῶν αἱρεῖται δογμάτων, καὶ τῶν ἁγίων πα τέρων, τῶν ἀφ' οὗ κατηγγέλη τὸ Εὐαγγέλιον τῆς τῶν ὀρθοδόξων καθηγησαμένων πίστεως, ἐκβαλεῖν πειρᾶται τοὺς λόγους· ταράττων μὲν τῆς βασιλίδος πόλεως τὴν Ἐκκλησίαν, ταράττων δὲ καὶ τὴν οἰκου μένην ἅπασαν, οὐδὲν τοῦ θεσπεσίου Παύλου κεκρα γότος ἐπιστρεφόμενος· "Ὁ δὲ ταράσσων ὑμᾶς βα στάσει τὸ κρῖμα, ὅστις ἂν ᾖ."

Ἀλλ' ἐπὶ τὴν λυχνίαν τοῦ θείου τῶν ἀρχιερέων βήματος, οὐ τὸν λύχνον τῆς ἀληθείας, ἀλλὰ τὸν ζόφον τίθησι τῆς ἀσεβείας. Γίνεται δὲ αὐτῷ πρῶτον τῆς