1
Epistulae
ΤΟΥ ΟΣΙΟΥ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΑΙ ΟΜΟΛΟΓΗΤΟΥ ΘΕΟ∆ΩΡΟΥ ΗΓΟΥΜΕΝΟΥ ΤΩΝ ΣΤΟΥ∆ΙΟΥ ΕΚ ΤΩΝ ∆ΙΑΦΟΡΩΝ ΑΥΤΟΥ ΕΠΙΣΤΟΛΩΝ
ΕΚΛΟΓΗΣ ΠΡΩΤΗΣ ΚΑΙ ∆ΕΥΤΕΡΑΣ ΕΞΟΡΙΑΣ
1 Πλάτωνι πνευματικῷ πατρί
Τί σοι, ὦ πάτερ γλυκύτατε ἡμῶν, προσφθεγξόμεθα, οἱ ἀπορφανισθέντες διὰ θεὸν ἀπὸ τῶν σῶν ἁγίων σπλάγχνων; ποῖον δὲ προσηνὲς ἢ περιχαρὲς λέξομεν; οὐδὲ γὰρ ὀδυρτικὰ καὶ θλιβερά, δυσχεραίνοντες τὴν δοκουμένην ἐξορίαν, ἣν ἡμεῖς οὐ γινώσκειν δεδιδάγμεθα ὑπὸ σοῦ κατὰ τὸ παροίκους ἡμᾶς εἶναι πάσης τῆς γῆς ἢ μόνην τὴν ἀπὸ θεοῦ διὰ τῆς παραβάσεως τῆς ὁποιασοῦν ἐντολῆς αὐτοῦ ἔκπτωσιν καὶ μακρὰν ἀπορριφήν. διὸ δὴ χαίρομεν καὶ εὐφραινόμεθα, ὅτι κἂν ἀνάξιοί ἐσμεν τοῦ οὐρανοῦ καὶ τῆς γῆς, πλὴν σὺν σοὶ τῷ ἁγίῳ ἡμῶν πατρὶ κατηξιώθημεν ὑπὲρ τῆς ἐντολῆς αὐτοῦ ταῦτα παθεῖν καὶ στερηθῆναί σου τῆς κατὰ σάρκα συναφείας· ἄλλως γὰρ μεθ' ἡμῶν εἶ ἀεί, πάτερ, ὁρώμενος καὶ συλλαλούμενος. καὶ πῶς γὰρ ἑτέρως ζήσομεν, εἰ μὴ σοῦ τῇ τῶν ἁγίων εὐχῶν σκέπῃ περιφυλαχθείημεν ἀβλαβεῖς ἀπὸ τοῦ πονηροῦ, κατὰ μόνας εἷς ἕκαστος ἡμῶν διορισθείς; πλὴν διεφυλάχθημεν καὶ διεσώσμεθα καὶ ἡδράσμεθα πάντες. καὶ εἰ καὶ μικρόν τι ἐταλαιπωρήσαμεν ἐν τῇ ὁδῷ, τινῶν καὶ ἀσθενησάντων, ὅμως ὁ εἰπὼν ἐμβλέψατε εἰς τὰ πετεινὰ τοῦ οὐρανοῦ καὶ εἰς τὰ κρίνα τοῦ ἀγροῦ καὶ ἀψευδὴς ἐν ταῖς ἐπαγγελίαις αὐτοῦ ἀπεσώσατο ἡμᾶς ὡς οὐκ ἠλπίζομεν, παραθέμενος ἡμᾶς ἐνταῦθα κλίνας τε εἰς συμπάθειαν τὰς καρδίας τῶν ὄντων ἀνδρῶν τῆς ταλαιπωρίας ἡμῶν καὶ μάλιστά γε τοῦ ἀρχιεπισκόπου. μία δὲ λοιπὸν μέριμνά ἐστιν ἡμῖν καὶ ἀδιάπαυστος ἀδολεσχία μετὰ δεήσεως ἐκτενοῦς καὶ ἀναξίας, τὸ σὲ κραταιοῦσθαι, πάτερ ἡμῶν πολυπόθητε, καὶ μένειν ἐν τοῖς δεδογμένοις τῆς ὑπὲρ ἀληθείας θεοῦ ὁμολογίας ἀκλινῆ καὶ ἀκίνητον, ἐν μηδενὶ πτυρόμενον ἢ διψυχοῦντα ταῖς τῶν προσβαλλόντων κατ' ἐκστροφὴν τῶν οἰκοδομηθέντων σοι χάριτι θεοῦ ὑπὲρ εὐσεβείας ἀγωνισμάτων ἐγχειρήσεσιν· ἐξήχηται γὰρ ὁ λόγος πανταχοῦ καὶ δεδυσώπηκεν σχεδὸν πᾶσαν ψυχὴν καὶ ἤγειρεν κέρας σωτηρίας ἐν τοῖς χριστιανοῖς καὶ ἀφεῖλεν ὄνειδος ἐκ τῶν μοναστῶν. καὶ οἶδ' ὅτι φήσειεν ἕκαστος εὖ φρονῶν ὅτι ζῇ Χριστὸς ἐν ἡμῖν καὶ βασιλεύει καὶ πειθαρχεῖται μᾶλλον ὑπὲρ ἀνθρώπους οὓς ἔπλασεν, οὐχ ἵν' ἀπειθῆται, δοξάζηται δὲ ὑπ' αὐτῶν. Πάντα οὖν γινώσκεις, οἶδας τὰ δέοντα, οὐ τῆς ἡμετέρας ὑπομνήσεως δέῃ· πλὴν προεκέλευσας οὕτως ἡμᾶς γράφειν. διὸ δὴ μὴ φοβηθῇς, πάτερ, ἄνθρωπον ἢ ἀνθρώπων ἐκθλίψεις. γνωρίζεις ὅτι οἱ ἅγιοι, ὄναρ καὶ σκιὰν ταῦτα λογισάμενοι, ἐθαυμαστώθησαν ἐν οὐρανῷ καὶ ἐπὶ γῆς. μικρόν, δέομαι, πονήσωμεν, ἔτι μικρὸν ὑπομείνωμεν, καὶ ἤνυσται ἡμῖν ὁ δρόμος ὁ καλός. καὶ ὁ στέφανος ἔπλεκται καὶ ὁ μισθὸς ἑτοιμάζεται αἰώνιος καὶ φίλος κληθήσῃ τοῦ ἐπουρανίου βασιλέως καὶ τῶν ἁγίων κοινωνὸς καὶ ὁμολογητὴς παρὰ ἀνθρώποις. ναί, ναί, δέομαι καὶ ἀντιβολῶ τὰ πατρικά μου σπλάγχνα, γενοῦ ἡμῖν ὀχύρωμα, ὑπομονή, καρτερία· ἐὰν γὰρ σύ, πάτερ, στήκῃς, ἡμεῖς τὰ ἀχρεῖά σου τέκνα εὐτονούμεθα, ἀνδρειούμεθα, πάντα οἴσομεν γενναίως τὰ συμβαίνοντα δυνάμει θεοῦ καὶ εὐχαῖς σου· ἐκ γὰρ θεοῦ ἡ παραχώρησις, οὕτως εὐδοκοῦντος πάντως τὰ ἡμέτερα καὶ αὐτοῦ διδοῦντος δύναμιν. τὰς τεχνολογίας τῶν ὑποκλίνειν σε τῆς ἀληθείας πειρωμένων μὴ δὴ πτοοῦ, ὦ πάτερ. ἁπλοῦς ὁ λόγος· φησὶ γάρ που ὁ Ἅγιος Ἐπιφάνιος ἐν τῷ περὶ τοῦ Πάσχα αὐτοῦ λόγῳ,