Tractatus de placitis Manichaeorum

 ἐπὶ τὴν ὕλην, ἥτις αὐτῇ διὰ πάσης μιχθήσεται· ἔσεσθαι γὰρ τῆς ὕλης θάνατον τὸν μετὰ ταῦτά ποτε τῆς δυνά μεως ταύτης χωρισμόν. οὕτως οὖν κατὰ πρόνοιαν

 ὕλης κατὰ τοῦ θεοῦ ἄνταρσιν. ἐγὼ δὲ ὡς μὲν ταῦτα οὐχ ἱκανὰ ψυχαγωγῆσαι τοὺς ἀβασανίστως τὸν λόγον προσιεμένους οὐκ ἂν εἴποιμι, ὅπου γε καί τινας τῶν σ

 ὑποστήσονται, τὸ κινοῦν καὶ τὸ κινούμενον· ποτέρῳ οὖν αὐτῶν ψηφίζεται, ἵνα ἐκεῖνο μετὰ τοῦ θεοῦ ὑποστησώμεθα πρῶτον;

 ἔσται κεχωρισμένον. ἄλλος γὰρ τῷ βαρεῖ καὶ ἄλλος τῷ μέσῳ καὶ τῷ κούφῳ τόπος, τῷ μὲν γὰρ τὸ ἄνω τῷ δὲ τὸ κάτω τῷ δὲ τὸ μέσον. παντὸς δὲ σφαιροειδοῦς τὸ

 θεῷ, ὅταν φῶσιν αὐτὸν τὴν ἐπιβουλὴν κατὰ τῆς ὕλης συντάξαι, διότι δὴ τοῦ καλοῦ ἐπεθύμησεν. τίνι δὲ καὶ ὁ θεὸς ὧν εἶχεν ἐβουλήθη τὴν ὕλην τιμωρήσασθαι;

 13 Τίνα δὲ καὶ τὰ κακὰ εἶναι λέγει; περὶ μὲν γὰρ τὸν ἥλιον καὶ τὴν σελήνην οὐδὲν ἀπολείπει· περὶ δὲ τὸν οὐρανὸν καὶ τοὺς ἀστέρας εἴ τι τοιοῦτον εἶναί

 τροφῆς δεῖται. ἃ μὲν γὰρ ἦν ἀθάνατα ζῷα καὶ φθορᾶς καὶ αὔξης ἀπήλλακται οἷον ἥλιος καὶ σελήνη καὶ ἀστέρες , καίτοι ὄντα αἰσθητ<ικ>ά, ἐκτὸς δὲ τούτων ἐ

 18 τὸ μὲν γὰρ δὴ σοφὸν τὸ λεγόμενον ὑπ' αὐτῶν ἐκεῖνό ἐστιν, ὅτι ὥσπερ ὁρῶμεν τῆς ψυχῆς τοῦ σώμα τος ἀποζευχθείσης τὸ σῶμα αὐτὸ ἀπολλύμενον, οὕτω καὶ τ

 ἡ θεία δύναμις, εἰ δή ἐστιν παθητὴ καὶ διαιρετὴ [η] διὰ πάσης αὐτῆς καὶ τὸ μέν τι αὐτῆς γίνεται ἥλιος, τὸ δὲ σελήνη; καθαρῶς γὰρ ταῦτα εἶναί φασιν τῆς

 δὲ βαρύ, οὐδ' ἀρχὴν πρὸς σελήνην ἀφικέσθαι οἷόν τε. τίνα δὲ λόγον ἔχει τὸ πρῶτον ἀφικόμενον πρὸς σελήνην μὴ εὐθὺς πρὸς ἥλιον ἀνα πέμπεσθαι, ἀλλ' ἐκδέχ

 οὕτω γὰρ ὁ κόσμος τοῦ δημιουργοῦ χείρων καὶ τῶν τεχνιτῶν ὅσα τούτων ἔργα. εἰ οὖν τῆς ὕλης ἔργον ὁ ἄνθρωπος, πάντως που ταύ της χείρων. ὕλης δὲ κάκιον

 δίαιταν χρῆσθαι τῷ χείρονι πῶς εὔλογον; εἴτε πλείων ἐν τούτοις ἡ δύναμις ἡ θεία, τί πρὸς τὴν τροφὴν τὰ τοιαῦτα χρήσιμα, τοῦ θρεπτικοῦ καὶ αὐξητικοῦ μέ

 παντάπασιν οὖσαν ὁ λόγος εὑρίσκει ἢ τὸ πάντων ἔσχατον καὶ μόγις εἰς ἔννοιαν νόθον ἀφικνεῖσθαι δυνάμενον. ἀλλὰ γὰρ τὸ πῦρ τὸ ἀφεγγὲς ἆρά γε πλέον ἐστὶν

ἐπὶ τὴν ὕλην, ἥτις αὐτῇ διὰ πάσης μιχθήσεται· ἔσεσθαι γὰρ τῆς ὕλης θάνατον τὸν μετὰ ταῦτά ποτε τῆς δυνά μεως ταύτης χωρισμόν. οὕτως οὖν κατὰ πρόνοιαν τοῦ θεοῦ μεμῖχθαι τὴν ψυχὴν τῇ ὕλῃ, ἀνόμοιόν τι πρᾶγμα ἀνομοίῳ. ἐν δὲ τῇ μίξει συμπαθεῖν τῇ ὕλῃ τὴν ψυχήν· ὥσπερ γὰρ ἐν φαύλῳ ἀγγείῳ συμμεταβάλλεσθαι πολ λάκις τὸ ἐνυπάρχον, οὕτω δὲ καὶ ἐν τῇ ὕλῃ τοιοῦτό τι τὴν ψυχὴν παθοῦσαν παρὰ τὴν οὖσαν ἠλαττῶσθαι φύσιν εἰς μετουσίαν κακίας. οἰκτεῖραι οὖν τοῦτο τὸν θεὸν καὶ πέμψαι τινὰ ἑτέραν δύναμιν, ἣν ἡμεῖς καλοῦ μεν δημιουργόν· ἧς δὴ ἀφικομένης καὶ τῇ κοσμοποιίᾳ ἐπικεχειρηκυίας ἀποκεκρίσθαι τῆς ὕλης ἐκεῖνο τῆς δυ νάμεως, ὅσον ἀπὸ τῆς μίξεως οὐδὲν ἦν ἄτοπον πεπον θός, καὶ γεγονέναι ἥλιον καὶ σελήνην πρῶτον, τὸ δὲ ἐν μετρίᾳ γεγονὸς κακίᾳ ἀστέρας καὶ τὸν οὐρανὸν σύμπαντα. τῆς οὖν ὕλης ἧς ἀπεκρίθησαν ἥλιος καὶ σελήνη τὸ μέρος ἐκτὸς τοῦ κόσμου ἀπεληλάσθαι, καὶ εἶναι ἐκεῖνο πῦρ, καυστικὸν μὲν σκοτῶδες δὲ καὶ ἀφεγ γές, νυκτὶ προσόμοιον. ἐν δὲ τοῖς ἄλλοις στοιχείοις καὶ φυτοῖς καὶ ζῴοις τοῖς ἐν τούτοις ἀνωμάλως φέρε σθαι τὴν θείαν δύναμιν μεμιγμένην. διὸ δὴ καὶ τὸν κόσμον γεγονέναι καὶ ἐν αὐτῷ ἥλιον καὶ σελήνην ταῖς γενέσεσιν καὶ ταῖς φθοραῖς ἀεὶ τὴν δύναμιν τὴν θείαν τῆς ὕλης ἀποχωρίζοντας καὶ πρὸς τὸν θεὸν παρα πέμποντας.

4 ἐπὶ γάρ τοι τῷ δημιουργῷ ἑτέραν δύναμιν ἐπὶ τὸ φωτοειδὲς τοῦ ἡλίου κατελθοῦσαν ταῦτα διαπραγματεύσασθαι, καὶ εἶναι καὶ ἐμφανὲς τὸ πρᾶγμα καί, ὡς ἄν τις εἴποι, τυφλῷ δῆλον. ἐν μὲν γὰρ ταῖς αὐξήσεσιν τὴν σελήνην λαμβάνειν τὴν ἀποχωριζομένην δύναμιν ἀπὸ τῆς ὕλης καὶ πλήρη γίνεσθαι ταύτης τὸν χρόνον τοῦτον, πληρωθεῖσαν δὲ ἐν ταῖς μειώσεσιν εἰς τὸν ἥλιον ἀναπέμπειν· τὸν δὲ πρὸς τὸν θεὸν ἀφιέναι, ποιήσαντα δὲ τοῦτο ἐκδέχεσθαι πάλιν τὴν ἀπὸ τῆς ἑτέρας πανσελήνου πρὸς αὐτὸν τῆς ψυχῆς μετοίκησιν καὶ παραλαβόντα ὁμοίως πρὸς τὸν θεὸν ἐᾶν αὐτομάτως φέρεσθαι καὶ τοῦτο διὰ παντὸς ἐκπονεῖν. καὶ εἰκόνα δὲ ἐν ἡλίῳ ἑωρᾶσθαι τοιαύτην, οἷόν ἐστι τὸ τοῦ ἀν θρώπου εἶδος, καὶ ἀντιφιλοτιμήσασθαι τὴν ὕλην ποι ῆσαι τὸν ἄνθρωπον ἐξ αὑτῆς κατὰ τὴν διὰ πάσης αὐτῆς τῆς δυνάμεως μῖξιν, ἔχοντα καὶ αὐτόν τι τῆς ψυχῆς· πολὺ μέντοι συμβεβλῆσθαι τὸ εἶδος εἰς τὸ πλεῖόν τι παρὰ τὰ ἄλλα θνητὰ ζῷα τῆς δυνάμεως τῆς θείας τὸν ἄνθρωπον μετασχεῖν, ὑπάρχειν γὰρ αὐτὸν θείας δυνά μεως εἰκόνα. τὸν δὲ χριστὸν εἶναι νοῦν· ὃν δὴ καὶ ἀφικόμενόν ποτε ἀπὸ τοῦ ἄνω τόπου πλεῖστόν τε τῆς δυνάμεως ταύτης πρὸς τὸν θεὸν λελυκέναι καὶ δὴ καὶ τὸ τελευταῖον ἀνασταυρωθέντα παρασχέσθαι γνῶσιν τοιῷδε τρόπῳ καὶ τὴν δύναμιν τὴν θείαν ἐνηρμόσθαι, ἐνεσταυρῶσθαι τῇ ὕλῃ. ἐπεὶ οὖν ἀπόλλυσθαι τὴν ὕλην ἐστὶ θεοῦ δόγμα, ἀπέχεσθαι μὲν ἐμψύχων πάντων, σιτίζεσθαι δὲ λάχανα καὶ πᾶν ὅ τι ἀναίσθητον, ἀπέχε σθαι δὲ γάμων καὶ ἀφροδισίων καὶ τεκνοποιίας, ἵνα μὴ ἐπὶ πλεῖον ἡ δύναμις ἐνοικήσῃ τῇ ὕλῃ κατὰ τὴν τοῦ γένους διαδοχήν. μὴ ἐξάγειν δὲ ἑαυτοὺς μηχανω μένους κάθαρσιν ὧν ἐλυμήνατο ἡ μῖξις τῆς ὕλης τὴν δύναμιν.

5 τὰ μὲν κεφαλαιωδέστερα ὧν λέγουσίν ἐστιν ταῦτα. τιμῶσι δὲ μάλιστα ἥλιον καὶ σελήνην οὐχ ὡς θεούς, ἀλλ' ὡς ὁδὸν δι' ἧς ἔστιν πρὸς θεὸν ἀφικέσθαι. ἀποχωρισθείσης δὲ ἀκριβῶς τῆς θείας δυ νάμεως τὸ ἔξω πῦρ φασι συμπεσὸν ἑαυτό τε καὶ τὸ ἄλλο σύμπαν, ὅ τι δἂν λείπηται τῆς ὕλης, συγκατα φλέξειν. Οἱ δὲ ἐν τούτοις χαριέστεροι καὶ ἑλληνικῶν οὐκ ἄπειροι λόγων ἀναμιμνῄσκουσιν ἡμᾶς ἐκ τῶν οἰκείων, ἐκ μὲν τῶν τελετῶν τὸν κατατεμνόμενον ∆ιόνυσον τῷ λόγῳ ἐπιφημίζοντες ὑπὸ τῶν Τιτάνων, καθάπερ λέγου σιν αὐτοὶ τὴν θείαν δύναμιν μερίζεσθαι εἰς τὴν ὕλην· ἐκ δὲ τῶν ποιήσεων τῆς γιγαντομαχίας, ὅτι μηδὲ αὐ τοὶ ἠγνόησαν τὴν τῆς

2