Inventio crucis

 σῶμα, παρ' ἑαυτοῦ δὲ ψυχὴν λογικὴν αὐτῷ καὶ νοερὰν ἐνθύκτιστον, οὐ προϋπάρχουσαν, οὐδὲ μέρος οὖσαν Θεοῦ, ὡς παράφρων καὶ μα νιώδης Ὠριγένης ἐβλασφήμησ

 καὶ γενεὰν, ἕως οὗ κατήντησεν εἰς αὐτὸν τὸν πυθμένα τῶν κακῶν. Ὁ δὲ θεῖος Λόγος οὐδ' οὕτως ἀπεστράφη τοῦ ἰδίου πλάσματος, οὐδὲ ἐγκατέλιπεν, ὃν κατ' εἰ

 4028 οὔσης ἐκ σπέρματος ∆αυῒδ καὶ Ἀβραὰμ, κατὰ ἀλήθειαν, καὶ οὐ κατὰ φαντασίαν, Θεὸς ὢν ἀληθινὸς, μετὰ τῆς προσλήψεως, καὶ διὰ τοῦτο κυρίως καὶ κατὰ ἀ

 γενέθλιον ἡμέραν τοῦ Χριστοῦ τῇ πρὸ ὀκτὼ Καλανδῶν Ἰανουαρίων. Ἀλλὰ πάντων μὲν τὰς χρήσεις ἐπὶ τοῦ παρόντος παραγαγεῖν καιροῦ, παρέλκον ἡγοῦμαι. Οὐδὲ γ

 ἐτελεύτησε, παραδοὺς τὴν βασιλείαν Τι βερίῳ τῷ υἱῷ αὐτοῦ. Ἦν δὲ ὁ Κύριος τότε ἐτῶν δεκα πέντε. Τιβέριος δὲ ὁ Καῖσαρ γνήσιον φίλον ἔχων τὸν Πιλάτον, ἡγ

 διεπρίοντο ἐν ἑαυτοῖς οἱ ἀρχιερεῖς, λέγοντες· Τί ποιήσομεν; ὅτι μὲν γὰρ σημεῖα καὶ τέρατα μεγάλα ἐπιτελοῦνται διὰ τοῦ ὀνόματος τοῦ Ἰησοῦ ὑπὸ τῶν αὐτοῦ

 αὐτῶν ἀνῃρέθη, καὶ οἱ οἶκοι αὐτῶν καὶ τὰ τέκνα ἐγένετο εἰς διαρπαγὴν, καὶ ἀπὸ τῆς Ἰταλίας καὶ Ῥώμης μετὰ πολλῶν θλίψεων καὶ ζημιῶν ἐξ εβλήθησαν. Ταῦτα

 διωγμὸν μέγαν τοῖς Ἰουδαίοις ἐπήγειρεν, ἐπιζητῶν τοὺς ἐκ βασιλικῆς συγγενείας· ἐμηνύθη αὐτῷ τὰ περὶ Χριστοῦ, ὅτι ἐκ τοῦ ∆αυῒδ ὑπάρχει, καὶ μέγα ἔχει γ

 ἐκβο λῆς ἔτη πεντήκοντα ὀκτώ. Ἡ δὲ κατὰ τὴν Αἰλίαν συστᾶσα ἁγία Ἐκκλησία ἐξ ἐθνῶν τυγχάνουσα, πρῶτον καθιστᾷ ἐπίσκοπον ἐξ ἐθνῶν Μάρκον, ἄνδρα κατὰ πάν

 Ἀλέξανδρος μαρτυρήσας Μαρζαβάνην διάδοχον τῆς λειτουργίας κατέλιπε, καὶ τοῦτον Ὑμέ ναιος διαδέχεται. Μετὰ Γαληνὸν Κλαύδιος ἐβασίλευ σεν ἔτη δύο. Καὶ τ

 καταθυμίως τὰ κατ' ἔθος, καὶ ὑπὸ πάντων τιμᾶσθαι, παρακαλεῖν τε καὶ εὔχεσθαι αὐτοὺς ὑπὲρ αὐτοῦ αὐτοκράτορος. Ταῦτα γέγονε, καὶ εὐθέως ἡ θεία φιλανθρωπ

 ποταμὸν πεπληρωμένον ἵππων σὺν ἀναβάταις. Οἱ δὲ πολῖται τῆς Ῥώμης στεφανώσαντες αὐτὸν εἰσεδέξαντο μετὰ χαρᾶς μεγάλης καὶ εὐφημιῶν, τόν τε νικοποιὸν στ

 συλληφθείς. Φιλαν θρώπως δὲ χρησάμενος ὁ κατὰ πάντα πραότατος βασιλεὺς τῷ δυσμενεῖ, ἐκέλευσεν αὐτὸν ἐν Θεσσαλο νίκῃ διάγειν ἡσυχάζοντα. Ὁ δὲ μικρὸν ἡσ

 βασιλίδα, σὺν τῆς ἐπαρχίας ἐπισκόποις ἀπήντησε τῇ βασιλίδι. Εὐθέως δὲ παρεκελεύσατο τοῖς ἐπι σκόποις τὴν ζήτησιν τοῦ ποθουμένου ξύλου ποιήσα σθαι. Ἀπο

 ὑπογράφουσι τῇ ἐκθέσει τῆς πίστεως, καὶ ἐν πᾶσιν ἀκολουθοῦσι τοῖς ἁγίοις Πατράσιν. Πεισθεὶς δὲ τούτοις ὁ βασιλεὺς ἀνεκαλέσατο αὐτοὺς ἐκ τῆς ἐξορίας, κ

 ἐν θέντες, ἐποίησαν κοπετὸν μέγαν ἐπ' αὐτὸν θρηνοῦν τες, ὡς πατρὸς φιλοστόργου, καὶ οὐ βασιλέως ἐξουσιαστοῦ στερηθέντες. Καταλαβὼν δὲ Κωνστάντιος ὁ τῆ

 ἐφ' οὗ ὁ Χριστὸς κατὰ σάρκα, (ἐγεννήθη), ἕως τοῦ μεγάλου Κωνσταντίνου τριάκοντα πέντε γεγόνασι βασιλεῖς· ὁμοίως καὶ ἀπὸ Ἰακώβου τοῦ ἀδελφοθέου ἕως τῆς

 καταξιωθέντες ἰδεῖν τὴν σὴν ἀνάδειξιν. Σὺ εἶ τῶν προφητῶν τὸ κήρυγμα. Περὶ σοῦ γὰρ ἀγαλλιώμενοι ὁσημέραι κελαδοῦσι λέγοντες πρὸς τὸν Θεὸν, «Ἔδωκας τοῖ

σῶμα, παρ' ἑαυτοῦ δὲ ψυχὴν λογικὴν αὐτῷ καὶ νοερὰν ἐνθύκτιστον, οὐ προϋπάρχουσαν, οὐδὲ μέρος οὖσαν Θεοῦ, ὡς παράφρων καὶ μα νιώδης Ὠριγένης ἐβλασφήμησεν οὐσιώδη τινὰ προΰπαρξιν ψυχῶν, καὶ τὴν ταύτῃ ἑπομένην τερα τώδη ἀποκατάστασιν γραωδῶς, μᾶλλον δὲ ἀσεβῶς εἰσηγησάμενος. Τὸ γὰρ ἐν τῇ ἱερᾷ καὶ θείᾳ Γραφῇ ἐμφερόμενον, ὅτι «Ἐνεφύσησεν ὁ Θεὸς εἰς τὸ πρόσ ωπον αὐτοῦ πνοὴν ζωῆς, καὶ ἐγένετο ἄνθρωπος εἰς ψυχὴν ζῶσαν,» οὐ παραστατικόν ἐστι προϋπάρξεώς τινος ψυχῆς· οὐδ' εἰ ἂν εἴρητο, «Καὶ ἔλαβεν ἄνθρωπος ψυχὴν ζῶσαν.» Ἀλλ' οὐδὲ τὸ φύσημα ἐκεῖνο ἦν ψυχὴ τοῦ ἀνθρώπου, ἀλλ' ἵνα δειχθῇ ὡς αἰνίγματι, ὅτι οὐκ ἀλλότριον τῆς δημιουργικῆς δυνά μεως ὑπάρχει τὸ πανάγιον Πνεῦμα, κατὰ τὸν Προ φήτην λέγοντα, «Τῷ Λόγῳ Κυρίου οἱ οὐρανοὶ ἐστερε ώθησαν, καὶ πνεύματι τοῦ στόματος αὐτοῦ πᾶσα ἡ δύναμις αὐτῶν·» καὶ πάλιν· «Πνεῦμα Θεοῦ τὸ ποιῆσάν με, πνοὴ δὲ Παντοκράτορος ἡ διδάσκουσά με.» Πάντα τοιγαροῦν καὶ μεγαλοπρεπῶς ἐργασά μενος ὁ τοῦ Θεοῦ Λόγος τῷ πολλοστῷ τῆς δυνάμεως ἐξεκάλυψε. Καὶ τί λέγω πολλοστῷ δυνά μεως, ὅπουγε τὰ πάντα νεύματι μόνῳ ἐποίησε καὶ 4021 ποιεῖ, ἔχων ἀεὶ σύνδρομον τὴν δύναμιν κατὰ τὸν Προφήτην τὸν λέγοντα, «Πάντα ὅσα ἠθέλησεν ὁ Κύριος, ἐποίησεν.» Ὁ δὲ ἐκστατικὸς Ὠριγένης ἐτόλμησε λέγειν πεπερατωμένην εἶναι τὴν τοῦ Θεοῦ δύναμιν, καὶ μυρίας ἑτέρας βλασφημίας ἀπαφρίσας καὶ ὑπέρογκα καὶ δυσεξάγγελτα ἐν τοῖς συντάγμασιν αὐτοῦ ἐκληρήσας, ἐπλήρωσε τὴν οἰκουμένην ἀμέτρου φλυαρίας· ἀξίαν δὲ τῆς ἑαυτοῦ τολμηρίας συνοδικῶς ἀπηνέγκατο κατάκρισιν. Ἀλλ' ἐπὶ τὸ προκείμενον ἐπανέλθωμεν. Ποιήσας τοιγαροῦν ὁ Θεὸς τὸν ἄνθρωπον κατ' εἰκόνα ἰδίαν καὶ ὁμοίωσιν, ἔθετο αὐτὸν ἐν παρα δείσῳ, καθώς φησιν ἡ Γραφὴ, ἐργάζεσθαι πάντως οὐ τὴν βρῶσιν τὴν ἀπολλυμένην, ἀλλὰ τὴν μένουσαν εἰς ζωὴν αἰώνιον, φυλάττειν δὲ πάλιν δηλονότι τὴν δοθεῖσαν αὐτῷ παρὰ τοῦ Κτίστου ζωο φόρον ἐντολήν. Ἀλλὰ μηδεὶς μεμφέσθω οὕτω τῷ προοιμίῳ μηκύνοντι, οὐ γὰρ εἰκῆ, οὐδὲ μάτην· ἀλλ' ἐπειδήπερ προέκειτο ἡμῖν σταυροῦ μνείαν ποιή σασθαι, ἐβουλήθην δεῖξαι τοῦ ζωοποιοῦ σταυροῦ τὴν δόξαν ἄνωθεν, καὶ ἐξ ἀρχῆς ἐν πάσῃ τῇ κτίσει δια λάμπουσαν. Καὶ σκοπεῖτε εἰ μὴ οὕτως ἔχει· ἔνι γὰρ μετὰ ἀκριβείας πάσης ἰδεῖν, ὅτι πᾶσαν κτίσιν ὁρατὴν καὶ ἀόρατον σταυροειδῶς ὁ Θεὸς ἐποίησε· ποιήσας γὰρ τὸ πλάτος, καὶ τὸ μῆκος, καὶ τὸ ὕψος, καὶ τὸ βάθος, σαφῶς τοῦ σταυροῦ τὸν τύπον ἐν μυστηρίῳ διεγράψατο, ἐν τούτοις δὲ τὸ πᾶν ὑπάρχει. Καὶ τοῦτό ἐστι, ὡς οἶμαι, τὸ εἰρημένον τῷ σοφωτάτῳ Παύλῳ. Φησὶ γὰρ, «Τούτου χάριν κάμπτω τὰ γόνατά μου πρὸς τὸν Πατέρα,» καὶ τὰ ἑξῆς, «ἵνα ἐξισχύσητε καταλαβέ σθαι σὺν πᾶσι τοῖς ἁγίοις, τί τὸ ὕψος, καὶ βάθος, καὶ πλάτος, καὶ μῆκος.» Ἀλλὰ καὶ ὅσα τίμια ἐν πάσῃ τῇ κτίσει, σταυροει δῶς ὑπὸ τοῦ ∆ημιουργοῦ σοφίᾳ κρείττονι ἐγεννήθησαν. Τὰ γοῦν τετράμορφα ζῶα σταυροῦ τὸν τύπον διὰ τοῦ σχήματος ἀναμφιβόλως σημαίνουσι. Λέγει γὰρ ὁ θεσπέσιος προφήτης· «Εἶδον τὸν Κύριον καθήμενον ἐπὶ θρόνου ὑψηλοῦ καὶ ἐπηρμένου,» καὶ τὰ ἑξῆς, «καὶ Σεραφὶμ ἑστήκεισαν κύκλῳ αὐτοῦ, καὶ τὰ σκέλη αὐτῶν ὀρθὰ, ἓξ πτέρυγες τῷ ἑνὶ, καὶ ἓξ πτέρυγες τῷ ἑνὶ, καὶ ταῖς μὲν δυσὶ πτέρυξι κατεκάλυπτον τὰ πρόσωπα αὐτῶν, ταῖς δὲ δυσὶ τοὺς πόδας, καὶ ταῖς δυσὶν ἐπέταντο.» Μυστικῶς διὰ τῶν ἀνωτάτων δυνάμεων ἐδείχθη ἡ δόξα τοῦ ζωοποιοῦ σταυροῦ. Ἀλλὰ καὶ οἱ φωστῆρες σταυροειδῶς τὸ φέγγος αὐτῶν ἐξαστράπτουσι, καὶ ἄνθρωπος δὲ σταυροειδῶς διεπλά σθη. Πᾶς γάρ τις ἑστὼς καὶ ἐκτείνων τὰς χεῖρας ἀναντιῤῥήτως σταυρὸν διὰ τοῦ σχήματος τυποῖ. Καὶ ὁ παράδεισος δὲ σταυροῦ τὸ σύμβολον ἔχει, τουτέστι τὸ ξύλον τῆς ζωῆς, ἀφ' οὗ φαγεῖν ὁ ἀρχέκακος ὄφις 4024 δι' ὑπερβολὴν φθόνου συνεχώρησε τὸν ἄνθρωπον, θᾶττον διὰ τῆς ἐξ ἀπάτης παρακοῆς ἐκβαλὼν τοῦ παραδείσου, καὶ διὰ τῆς κακίστης παρακοῆς παρα δοὺς αὐτὸν τῇ ἁμαρτίᾳ, διὰ δὲ τῆς ἁμαρτίας κα ταβαλὼν αὐτὸν εἰς τὸν πικρότατον θάνατον. Προέκοψε δὲ ἡ ἁμαρτία τῆς κακίστης ἀρχῆς κατὰ γενεὰν

2