Inventio crucis (epitome prioris libelli)

 τῶν ἀνέμων, καὶ ἀφανεῖς γεγονότας ἐπὶ τοσούτους χρόνους.Μαθὼν δὲ ὁ ἐπίσκοπος ἀφικομένην τὴν βασιλίδα, συναγαγὼν τοὺς τῆς ἐπαρχίας ἐπισκόπους, μετὰ τῆς

 εὐσεβείας.Ἕως ὧδε περὶ τῆς εὑρέσεως τοῦ ζωοποιοῦ σταυροῦ ἡ ἱστορία ἔστω. Καὶ μηδεὶς ἑαυτὸν ἀπατάτω ματαιολογῶν ἀσύμφορα καὶ μυθοποιίας δι' ὀνομάτων πα

 εὐπρεπεστάτη ψυχῶν τε καὶ σω μάτων. Σταυρὸς, εὐεκτούντων ἀδιάπτωτος ὑγίεια. Σταυρὸς, χειμαζομένων λιμὴν εὐδιέστατος. Σταυρὸς, πολεμουμένων εἰρήνη ἀστα

τῶν ἀνέμων, καὶ ἀφανεῖς γεγονότας ἐπὶ τοσούτους χρόνους.Μαθὼν δὲ ὁ ἐπίσκοπος ἀφικομένην τὴν βασιλίδα, συναγαγὼν τοὺς τῆς ἐπαρχίας ἐπισκόπους, μετὰ τῆς δε ούσης τιμῆς ἀπήντησεν αὐτῇ. Εὐθέως δὲ παρεκέλευσε τοὺς ἐπισκόπους τὴν ζήτησιν τοῦ ποθουμένου ξύλου ποιήσασθαι. Ἀπορούντων δὲ πάντων ἐπὶ τοῦ τόπου, καὶ ἄλλου ἄλλο ὑποψίας διηγουμένου, ὁ τῆς πόλεως ἐπίσκοπος πάντας παρεκάλει ἡσυχίαν ἄγειν, καὶ σπου δαιοτέραν εὐχὴν ὑπὲρ τούτου τῷ Θεῷ προσφέρειν.Τούτου δὲ γενομένου, εὐθέως ἐδείχθη θεόθεν ὁ τόπος τῷ ἐπισκόπῳ, ἐν ᾧ ἵδρυτο τοῦ ἀκαθάρτου δαίμονος ὁ ναὸς καὶ τὸ ἄγαλμα.

Τότε ἡ βασίλισσα, τῇ βασιλικῇ αὐθεντίᾳ χρωμένη, συναγαγοῦσα πλῆθος πολὺ τεχνιτῶν καὶ ἐργατῶν, ἐκέλευσεν ἐκ βάθρων ἀνατραπῆναι τὸ μυσαρὸν οἰκο δόμημα, καὶ τὸν χοῦν πόῤῥω που ἀποῤῥιφῆναι. Τούτου δὲ γενομένου, ἀνεφάνη τὸ θεῖον μνῆμα, καὶ ὁ τόπος τοῦ Κρανίου, καὶ οὐ μήκοθεν τρεῖς σταυροὶ κεχωρισμένοι· ἐπιμελῶς δὲ ἐρευνήσαντες εὗρον καὶ τοὺς ἥλους.Ἐκεῖθεν λοιπὸν ἀμηχανία καὶ θλίψις κατέλαβε τὴν βασίλισσαν, ἐπιζητοῦσαν, ποῖος ἄρα εἴη ὁ ∆εσποτικὸς σταυρός. Ὁ δὲ ἐπίσκοπος διὰ πίστεως τὴν διάκρισιν ἔλυσεν. Γυναικὶ γὰρ ἀῤῥωστούσῃ τῶν ἐμφανῶν, καὶ ἀπεγνωσμένῃ ὑπὸ πάντων, καὶ τὰ τελευταῖα πνεούσῃ, προσαγαγὼν ἑκάτερον τῶν σταυρῶν, τὸν ζητούμενον ηὗρεν· μόνον γὰρ ἤγγισεν ἡ σκιὰ τοῦ σωτηρίου σταυ ροῦ τῇ ἀσθενούσῃ, εὐθὺς ἡ ἄπνους καὶ ἀκίνητος θείᾳ δυνάμει παραχρῆμα ἀνεπήδησεν καὶ μεγάλῃ τῇ φωνῇ βοῶσα, καὶ δοξάζουσα τὸν Θεόν.Ἡ δὲ βασίλισσα Ἑλένη τῇ φωνῇ βοῶσα καὶ δοξά ζουσα τὸν Θεὸν, μετὰ χαρᾶς μεγάλης καὶ φόβου ἀν ελομένη τὸν ζωοποιὸν σταυρὸν, μέρος μέν τι σὺν τοῖς ἥλοις ἀνεκόμισε πρὸς τὸν παῖδα. Τῷ δὲ λοιπῷ γλωσ \σόκομον ἀργυροῦν ποιήσασα, παρέδωκε τῷ ἐπισκόπῳ τῆς πόλεως, εἰς μνημόσυνον πάσαις γενεαῖς, καὶ θεσπίσασα ἐκκλησίαν γενέσθαι ἐν τῷ ζωοποιῷ μνή ματι καὶ τῷ ἁγίῳ Γολγοθᾷ καὶ ἐν τῇ Βηθλεὲμ ἐν τῷ σπηλαίῳ, ἔνθα ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς τὴν κατὰ σάρκα γέννησιν ὑπέμεινε, καὶ ἐν ὄρει τῶν Ἐλαιῶν, ἔνθα ὁ Κύριος εὐλογήσας τοὺς μαθητὰς ἀν ελήφθη. Καὶ ἄλλα πολλὰ ποιήσασα ἐν Ἱεροσολύμοις, ἀνέστρεψε πρὸς τὸν παῖδα.Ὁ δὲ μετὰ χαρᾶς αὐτὴν ὑποδεξάμενος, τὴν μὲν 4081 τοῦ τιμίου σταυροῦ μερίδα ἐν χρυσῇ θήκῃ ἀποθέμε νος, παρέδωκε τῷ ἐπισκόπῳ εἰς τήρησιν, ἐνιαυσίαις μνήμαις ἑορτάζειν τὴν ἀνάδειξιν τοῦ τιμίου σταυροῦ προστάξας. Τῶν δὲ ἤλων τοὺς μὲν εἰς τὴν ἰδίαν περι κεφαλαίαν ἐχάλκευσεν, τοὺς δὲ ἀνέμιξε τῷ συμβα ρίῳ τοῦ ἵππου αὐτοῦ, ἴνα πληρωθῇ τὸ ῥηθὲν τοῦ Κυρίου διὰ τοῦ προφήτου λέγοντος· «Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, ἔσται τὸ ἐπὶ τὸν χαλινὸν τοῦ ἵππου, ἅγιον Κυρίῳ παντοκράτορι.»Ὁ δὲ βασιλεὺς ἔγραψε ἐπισκόπῳ Μακαρίῳ ἐπισπεύδειν τὴν οἰκοδομὴν, καὶ ἄρχοντα τοῦ ἔργου ἀπέστειλε μετὰ δαψιλείας χρημάτων, παραγγείλας αὐτῷ φιλοτίμως κτισθῆναι τοὺς ἁγίους τόπους, ὡς μὴ εἶναι τοιαύτην καλλονὴν ἐν πάσῃ τῇ γῇ. Ἔγραψε δὲ καὶ τοῖς ἡγεμόσι τῆς ἐπαρχίας παντοίως συνελθεῖν τῷ ἔργῳ ἐκ τοῦ δημοσίου λόγου, ἔν τε χρήμασι καὶ ἀναλώμασι καὶ ὕλαις. Ἦν δὲ ὁ βασιλεὺς φαιδρῶς ἄγων τῆς εἰκοσαετηρίδος τὴν ἑορτὴν, εὐχαριστῶν τῷ Θεῷ ὑπὲρ πάντων τῶν ἀγαθῶν, ὧν ἐποίησεν ἐν τοῖς χρόνοις τῆς βασιλείας αὐτοῦ. Συνάγονται δὲ τὰ ἔτη ἀπὸ μὲν Χριστοῦ παρουσίας ἕως τῆς εὑρέσεως τοῦ σταυροῦ, τριακόσια πεντήκοντα δύο ἔτη. Ἀπὸ δὲ Ἀδὰμ ἕως παρουσίας Χριστοῦ, ἔτη πεντακισχίλια πεντακόσια. Καθ' ἑτέρους δὲ πεντακισχίλια τετρακόσια ἐβδομήκοντα πέντε.Ἐν δὲ Αἰλίᾳ τὸν φερώνυμον Μακάριον διεδέξατο Μαξιμωνᾶς. Οὗτος δὲ πρᾶος ἀνὴρ καὶ ἐπίσημος λίαν. Ἐν γὰρ τῷ διωγμῷ πολλὰς βασάνους ὑπέμεινε διὰ τὸν Θεὸν, καὶ τὸν δεξιὸν ὀφθαλμὸν ἀπολέσας ἀπελύθη ἐπὶ τῇ ὁμολογίᾳ τῆς πίστεως.

Κατ' ἐκεῖνον δὲ τὸν καιρὸν ἡ μακαρία Ἑλένη ἡ βασίλισσα τέλος τοῦ βίου ἐχρήσατο, ἐτῶν οὖσα ὀγδοήκοντα, πολλὰ ἐντειλαμένη τῷ παιδὶ περὶ τῆς εἰς Χριστὸν

2