1

 2

2

ἐδιδάχθημεν, καὶ οὕτω πιστεύειν ὡς ἐβαπτίσθημεν, καὶ οὕτω δοξάζειν ὡς ἐπιστεύσαμεν. Πολλὰ γὰρ τῇ διανοίᾳ περισκοποῦντες καὶ πανταχοῦ στραφέντες τοῖς λογισμοῖς οὐδὲν ἐπινοῆσαι δυνάμεθα μεταξὺ τοῦ κτιστοῦ καὶ τῆς κτίσεως, ὥστε εἰ τῆς θεότητος τὸ πνεῦμα χωρίζομεν, ἀνάγκη μετὰ τῶν κτισμάτων αὐτὸ καταριθμεῖν. Εἰ δὲ κτίσμα τολμήσοιμεν εἰπεῖν, πῶς δυνατὸν ἐν τῷ βαπτίσματι μιχθῆναι; Τὴν πολυθεΐαν οὕτως ὡς καὶ τὴν ἀθεΐαν κακίζομεν· καὶ οὔτε τρεῖς ἀρχὰς οὔτε τρεῖς θεοὺς οὔτε τρεῖς διαφόρους καταγγέλλομεν φύσεις, ἀλλὰ ἀρχὴν τῶν ὅλων τὸν πατέρα γινώσκοντες οὔτε τινὰ τῶν τριῶν ὑποστάσεων ἀθετοῦμεν καὶ τὸ σεμνὸν τῶν θείων γραφῶν καὶ τὰς ἐφ' ἕκαστον μαρτυρίας προσάγοντες. Ἀλλ' ἐπειδὴ καὶ μέτρον ἐπιστολῆς ἐκφεύγει τὸ περὶ τούτων λεπτολογεῖν καὶ τὴν ὑμετέραν ἀγάπην ἐπιστεύσαμεν ἀρκεσθή σεσθαι τῷ κεφαλαίῳ τῆς ἡμετέρας ἐκθέσεως καὶ τὰ λοιπὰ προσθήσειν οἴκοθεν-∆ίδου γάρ, φησί, σοφῷ ἀφορμὴν καὶ σοφώτε ρος ἔσται-, καὶ ταῦτα ἀποχρώντως γεγραφέναι νομίζομεν. Οἷς ἀρκεῖ βραχεῖαν προσθεῖναι παράκλησιν. Παρακαλοῦμεν γὰρ μένειν ὑμᾶς υἱοὺς εἰρήνης, ἵνα πληρώσητε τὴν ἀποστολικὴν ἐντολήν, σύμψυχοι τὸ ἓν φρονοῦντες καὶ τῶν παθημάτων τῶν ὑπὲρ Χριστοῦ κεκοινωνηκότες. Μὴ δῶτε τῷ πονηρῷ διαζεῦξαι τὰ καλῶς συνημμένα μήτε τοῖς λύκοις ἑαυτοὺς εὐαλωτοτέρους ποιήσητε τῇ διχοστασίᾳ τὰς ἐκείνων βεβαιοῦντες εὐχάς. Ἐμάθο μεν γὰρ ὅσους ἄθλους ὑπὲρ τῆς ὀρθοδοξίας ὑπέστητε. Τὰς οὖν ἀπειλὰς καὶ τὰς ἀνάγκας τὰς παρὰ τῶν ὑπεναντίων νικήσαντες μηδένα δῶτε διαστάσει καιρόν, μήποτε κατὰ βραχὺ παρεισρυό μενον μῖσος, ἐὰν σχῇ τόπον, μεγάλους ὑμῖν κρημνοὺς ὑποθήσῃ. Ἀλλὰ καὶ ἐν ταῖς δοξολογίαις τὸ πνεῦμα πατρὶ καὶ υἱῷ χρὴ συνδοξάζειν καὶ εἰδέναι τοῦτο, ὅτι οἱ τὴν ἀσυγχώρητον ἁμαρτίαν διὰ τῆς εἰς τὸ πνεῦμα βλασφημίας ἐξαμαρτάνοντες εἰκῆ παραι τοῦνται τὴν πρὸς τοὺς Ἀρειανοὺς κοινωνίαν. Μετὰ γὰρ ἐκείνων κατακριθήσονται. Εὐχόμεθα δὲ ὑμᾶς ἄτμητον τὸ σῶμα τῆς ἐκκλησίας ἀφιλονείκως φυλάξαντας, εἰρηνικῶς μὲν ἐν τῷ νῦν αἰῶνι τὸν λειπόμενον διάγειν χρόνον, ἐνδόξως δὲ ἐν ἡμέρᾳ τῆς κρίσεως παραστῆναι τῷ τοῦ Χριστοῦ βήματι.