In illud: Non potest filius a se facere

 ἁπλῶς δὲ αὐτὸν τὴν κλίνην βαστάξαι κελεύει· ὅπερ γὰρ ἐπὶ τῶν ἄρτων ἐποίησε, τοῦτο καὶ ὧδε ποιεῖ. Ὥσπερ γὰρ ἐκεῖ λείψανα τῶν ἄρτων βασταγῆναι κελεύει,

 ὄντων παραγωγήν, διὰ τοῦτο καὶ ἡ τῶν ὅλων δημιουργία τὸν πατέρα καὶ τὸν υἱὸν οἶδε δημιουργὸν οὐκ ἐξωθουμένου τοῦ πνεύματος. Ἃ γὰρ ἂν ἐκεῖνος ποιῇ, ὁ π

ἁπλῶς δὲ αὐτὸν τὴν κλίνην βαστάξαι κελεύει· ὅπερ γὰρ ἐπὶ τῶν ἄρτων ἐποίησε, τοῦτο καὶ ὧδε ποιεῖ. Ὥσπερ γὰρ ἐκεῖ λείψανα τῶν ἄρτων βασταγῆναι κελεύει, οὕτως καὶ ὧδε πρὸς τὸ τρανῶσαι τὸ θαῦμα καὶ Ἰουδαϊκῆς ὑπονοίας τὴν θεραπείαν ἐλευθερῶσαι καὶ δεῖξαι ὅτι οὐκ ἀπατεών τις ἐστίν, ἀλλὰ σωτὴρ καὶ κοινὸς τῆς φύσεως ἰατρός, κελεύει αὐτῷ βαστάξαι τὴν κλίνην. Εἶπον οὖν οἱ Ἰουδαῖοι· Σάββατόν ἐστιν, οὐκ ἔξεστί σοι ἆραι τὸν κράββατον. Ὁ δὲ ἀποκρίνεται· Ὁ ποιήσας με ὑγιῆ, ἐκεῖνός μοι εἶπεν· ἆρον τὸν κράββατόν σου καὶ περιπάτει. Εἶπον οὖν αὐτῷ· Καὶ τίς ἐστιν; Ὁ δὲ ἰαθεὶς οὐκ ᾔδει. Ὡς οὖν ἔμαθον ὅτι Ἰησοῦς ἐστιν ὁ ποιήσαςαὐτὸν ὑγιῆ, ἐδίωκον ἵνα ἀποκτείνωσιν αὐτόν. Τί οὖν ὁ Χριστός; Τὸν πατέρα φέρει λέγων ὅτι Ὁ πατήρ μου ἕως ἄρτι ἐργάζεται, κἀγὼ ἐργάζομαι. Ὥσπερ γάρ, φησίν, ὁ πατὴρ ὁ ἐμὸς οὐχ ὅροις ὑπόκει ται, οὐ νομοθεσίαις δουλεύει οὔτε προστάγματα ἀναμένει, οἰκείᾳ δὲ γνώμῃ ποιεῖ ἅπερ βούλεται, οὕτως κἀγὼ αὐθεντικῇ ἐξουσίᾳ πάντα ἐργάζομαι ἐπίσης τῷ πατρί. Οἱ δὲ διὰ τοῦτο αὐτὸν ἐζήτουν μᾶλλον ἀποκτεῖναι, ὅτι οὐ μόνον ἔλυσε τὸ σάββατον, ἀλλ' ὅτι καὶ πατέρα ἴδιον ἔλεγε τὸν θεόν, ἴσον ἑαυτὸν ποιῶν τῷ θεῷ. Ἀλλ' ἐκείνων λυττώντων καὶ μαινομένων τί ὁ Χριστός; Ἀμὴν λέγω ὑμῖν, οὐ δύναται ὁ υἱὸς ποιεῖν ἀφ' ἑαυτοῦ οὐδέν, ἐὰν μή τι βλέπῃ τὸν πατέρα ποιοῦντα· ἃ γὰρ ἂν ἐκεῖνος ποιῇ, ταῦτα καὶ ὁ υἱὸς ὁμοίως ποιεῖ. Οὐκ ἐπειδὴ αὐτὸς μὲν ἄλλα κτίζει, ἐγὼ δὲ κατὰ μίμησιν ἕτερα ἐργάζο μαι· εἰ γὰρ τοῦτο ἦν, δύο οὐρανοὺς εἶναι ἐχρῆν, δύο ἡλίους, δύο θαλάσσας, δύο ἀνθρώπων γένη καὶ διπλοῦν κόσμον, τὸν μὲν τοῦ πατρός, τὸν δὲ ἐμόν. Ἀνάγκη γὰρ ὡς ἐπὶ τῶν ζωγράφων αἱ γραμμαὶ καὶ ἐπὶ τῶν διδασκάλων τὰ στοιχεῖα προστάσσονται, οὕτως τὴν τοῦ πατρὸς προστετάχθαι κτίσιν ἧς κατὰ μίμησιν εἰργασάμην ἐγώ. Εἰ οὖν οὐκ ἔχει οὕτως, δέσποτα, διὰ τί λέγεις Οὐ δύναται ὁ υἱὸς ποιεῖν ἀφ' ἑαυτοῦ οὐδέν, ἐὰν μή τι βλέπῃ τὸν πατέρα ποιοῦντα; Ἵνα τὴν Ἰουδαίων ὑπεκλύσω μανίαν τῶν νομιζόντων με ἀντινομοθετεῖν τῷ πατρί· ἐπειδὴ γὰρ ἐγκαλοῦσί μοι περὶ τῆς λύσεως τοῦ σαββάτου, εἶπον ὅτι Ὁ πατήρ μου ἕως ἄρτι ἐργάζεται, κἀγὼ ἐργάζομαι, ἑκατέρωθεν τὸ ὁμότιμον δεῖξαι θέλων. Ἀλλ' οἱ πάντα ἄφρονες νομίσαντές με ἔργα ἔργοις ἐπιτειχίζειν καὶ γνώμῃ γνώμην ἀντεισάγειν ἐκινοῦντο πρὸς φθόνον· ὅθεν διορθούμενος αὐτῶν τὴν γνώμην ἔλεγον Οὐ δύναται ὁ υἱὸς ποιεῖν ἀφ' ἑαυτοῦ οὐδέν, ἐὰν μή τι βλέπῃ πρὸς τὸν πατέρα ποιοῦντα ἀντὶ τοῦ Τί μοι οἱ ἄκαιροι τοῦ σαββάτου χολᾶτε ἐξετασταί, ὅτι λύω τὸ σάββατον; Ἀλλ' οὐκ ἀντιπολιτεύομαι τῷ πατρί, οὐ γὰρ αὐτὸς στῆσαι τὸ σάββατον θέλει κἀγὼ λῦσαι· οὐκ ἀπομάχομαι πρὸς αὐτόν, οὐ στασιάζω πρὸς τὴν γνώμην, οὐκ αὐτὸς θέλει, ἐγὼ δὲ ἕτερα βούλομαι· ἃ θέλει θέλω, ἃ βούλεται βούλομαι, ἃ ποιεῖ ποιῶ. Οὕτως γὰρ οὐδὲν ἐκτὸς αὐτοῦ οὐ ποιῶ, οὐ θέλω, ὅτι εἰς ἀδύνατον καθιστῶν τὸν λόγον λέγω· Ἀμὴν λέγω οὐ δύναται ὁ υἱὸς ποιεῖν ἀφ' ἑαυτοῦ οὐδέν· οὐ γὰρ ἔχω κεχωρισμένην καὶ ἀποτετμημένην τοῦ πατρὸς γνώμην. Μιᾶς γὰρ οὔσης τῆς φύσεως, ἑνὸς ὄντος τοῦ θελήματος, ἀνάγκη τὸ ἀποτέλεσμα ἓν ὑπάρχειν. Οὐ δύναται οὖν ὁ υἱὸς ποιεῖν ἀφ' ἑαυτοῦ οὐδέν, οὐ γὰρ δύναται ἄνευ τοῦ πατρὸς ποιῆσαί τι ὅλον αὐτὸν ἐν ἑαυτῷ ἔχων· ἐγὼ γὰρ ἐν τῷ πατρὶ καὶ ὁ πατὴρ ἐν ἐμοί. Εἰ γὰρ ψυχῆς καὶ σώματος ἀδιάκριτα ἔργα διὰ τὴν ἕνωσιν, καίτοι διῃρημένης τῆς φύσεως, ἄλλο μὲν σῶμα θνητόν, ἄλλο δὲ ἀθάνατος ψυχή, πῶς δύναται ἐμοῦ τε καὶ τοῦ πατρὸς διακριθῆναι τὰ ἔργα; Ὅπου βουλὴ καὶ λόγος καὶ γνῶσις καὶ σοφία καὶ φύσις καὶ θεότης μία, οὐ δύναται οὖν ὁ υἱὸς ποιεῖν ἀφ' ἑαυτοῦ οὐδὲν διὰ τὸ μὴ κεχωρίσθαι τοῦ πατρός, ἐὰν μή τι βλέπῃ τὸν πατέρα ποιοῦντα, τουτέστιν ἐὰν μὴ τὸν πατέρα θέλοντα ἴδῃ. Ὡς μιᾶς γὰρ καὶ τῆς αὐτῆς φύσεως σύνδρομον ἔχων τὸ θέλημα ἀποτελῶ τὰ γινόμενα· εἰ μὲν γὰρ σωματικὴν ἐξεπλήρουν τὴν ἐργασίαν, ἀνάγκη διανέμεσθαι τοῦ γινομένου τὴν κατασκευήν· ἐπειδὴ δὲ θέλησις ἐστὶν ἀρκοῦσα πρὸς τὴν τῶν μὴ

2