Λέγῃς ἂν ἡμῖν, ὦ μακάριε, πῶς ὁ ἀσχημάτιστος σχηματίζεται, ὁ ἀκίνητος ἀπὸ τῶν οὐρανίων θρόνων ἐπὶ τῆς γῆς πάλιν ἀντιμεθίσταται; Εἴπῃ δ' ἂν πρὸς αὐτοὺς ἀπαντῶν ὁ θεῖος οὗτος ἀνήρ, ὅτι δι' ἑτέρων λογίων τὸν τρόπον ἠκούσατε τῆς παρουσίας, τί περισσῶς πολυπραγμονεῖτε ἐνταῦθα τὸ λόγιον. Ἢ λέληθεν ὑμᾶς τὸ εἰρημένον ὅτι Ἡ παρθένος ἐν γαστρὶ ἕξει καὶ τέξεται υἱὸν καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ, ὅ ἐστι μεθερμηνευόμενον Μεθ' ἡμῶν ὁ θεός; Ἢ οὐκ ἀκηκόατε τὸ γεγραμμένον ὅτι Παιδίον ἐγεννήθη ἡμῖν, υἱὸς καὶ ἐδόθη ἡμῖν, οὗ ἡ ἀρχὴ ἐπὶ τοῦ ὤμου αὐτοῦ καὶ καλεῖται τὸ ὄνομα αὐτοῦ μεγάλης βουλῆς ἄγγελος, θαυμαστὸς σύμβουλος, θεὸς ἰσχυρός, ἐξουσιαστής, ἄρχων εἰρήνης, πατὴρ τοῦ μέλλοντος αἰῶνος; Ἐκ τούτων τῶν λόγων τὸν τρόπον τῆς παρουσίας ἐπέγνωτε. Παρθένος γὰρ ἄφθαρτος ἀποκυήσει σωματικῶς τὸν λύχνον τὸν ἄφθαρτον, μέχρι γὰρ σαρκὸς δεῖ συγκαταβῆναι πρὸς ἡμᾶς τὸν πανσεβάσμιον τοῦ θεοῦ λόγον, ἵνα δὴ τοὺς ἀσωμάτῳ θεότητι παρ' αὐτοῦ δεδημιουργημέ νους ἀνακαινίσῃ διὰ σαρκώσεως, παλαιωθέντας διὰ τὴν ἁμαρτίαν καὶ ἀφθάρτους κατασκευάσῃ διὰ τῆς ὁμοιότητος τῆς πρὸς τὴν φθοράν. Ταῦτα τοῦ προφήτου πρὸς αὐτοὺς εἰρηκότος ἐροῦμεν καὶ ἡμεῖς. Ὦ παιδίον οὐρανοῦ παλαιότερον! Ὦ τρισόλβιος υἱός, ὅστις ἐπ' ὤμων ἥκει τὴν ἑαυτοῦ βαστάζων ἀρχὴν καὶ οὐ παρ' ἑτέ ρου ζητῶν αὐτὴν κομίσασθαι! Ἔμφυτον γὰρ τῷ λόγῳ τῶν πάντων ἄρχειν ὡς υἱῷ καὶ οὐκ ἐπείσακτον ὡς ποιήματι· Ἡ ἀρχὴ γάρ, φησίν, ἐπὶ τοῦ ὤμου αὐτοῦ. Ὦ μεγαλώνυμον γέννημα! Μεγάλης γὰρ βουλῆς, φησίν, ἄγγελος καὶ θεὸς ἰσχυρὸς ὀνομάζεται. Ὦ παντοδύναμος ἐξουσία! Θαυμαστὸς γὰρ σύμβουλος καὶ ἄρχων εἰρήνης ἐστίν. Πῶς τοίνυν δοξάσωμεν τὴν σήμερον ἑορτήν; Πῶς μακαρίσωμεν τὴν ἐπὶ τοῦ παρόντος μυστικωτάτην πανήγυριν; Τίς γὰρ ἐξιχνιάσει τὸν ταύτης τῆς ἡμέρας πλοῦτον ἀθάνατον; Ποίοις μεγαλήχοις καὶ ὑψηλοτάτοις ῥήμασιν ἀνακηρύξωμεν τὸ πανύμνητον τοῦτο καὶ τροπαιοῦχον τῆς ἀφθαρσίας μυστήριον; Ὦ ἡμέρα μυρίων ὕμνων ἀξία, ἐν ᾗ ἀνέτειλεν ἡμῖν τὸ ἄστρον τὸ ἐξ Ἰακὼβ καὶ ὁ ἄνθρωπος ὁ οὐράνιος, ὃς ὤφθη ἐξ Ἰσραήλ, καὶ ἐπεδήμησεν ἡμῖν ὁ ἰσχυρὸς θεὸς καὶ ὁ τῆς δικαιοσύνης ἐπεσκίασεν ἥλιος καὶ ὁ τῶν θείων ἀρετῶν ἠνέῳκται θησαυρὸς καὶ τὸ τῆς αἰωνίου ζωῆς φυτὸν ἀνθρώποις ἐβλάστησεν καὶ ἡ ἀνατολὴ ἐκ τοῦ ὕψους ἐπέλαμψεν καὶ ὁ τῶν οὐρανίων καὶ ἐπιγείων δεσπότης ἐκ παρθενικῶν λαγόνων ὑπὲρ κόσμου λυτρώσεως εἰς κόσμον φθαρτὸν ἐλήλυθεν. Ἐγεννήθη γὰρ ἡμῖν σήμερον σωτήρ, ὅς ἐστιν Χριστὸς κύριος, ὅστις φῶς ὑπάρχει ἐθνῶν καὶ σωτηρία οἴκου Ἰσραήλ. Ὢ τοῦ θαύματος! Ἐπὶ φάτνης ὡς παιδίον ηὐλίζετο ὁ ὑπὸ τῶν οὐρανῶν μὴ περιγραφόμενος, καὶ γυναικείαις ἀγκάλαις ἐθάλπετο ὁ λόγῳ βραχεῖ τὰ πάντα συστησάμενος, καὶ ἐγαλουχεῖ το ὑπὸ τῶν ἀμιάντων τῆς ἁγίας παρθένου μασθῶν ὁ πάσαις ταῖς ὑπερκοσμίαις δυνάμεσιν τὸ εἶναι κεχαρισμένος. Ἐγένετο γάρ, φησίν, καθὼς μαρτυρεῖ τὸ εὐαγγέλιον, ἐν τῷ εἶναι αὐτοὺς ἐκεῖ ἐπλήσθησαν αἱ ἡμέραι τοῦ τεκεῖν αὐτὴν καὶ ἔτεκε τὸν υἱὸν αὐτῆς τὸν πρωτότοκον καὶ ἐσπαργάνωσεν αὐτὸν καὶ ἀνέκλινεν αὐτὸν ἐν τῇ φάτνῃ, διότι οὐκ ἦν αὐτοῖς τόπος ἐν τῷ καταλύματι. Τίς ἡ καινὴ καὶ παράδοξος αὕτη μυσταγωγία; Τίς ἡ παντοδύναμος καὶ φθαρτοποιὸς τῆς θείας προνοίας εὐμένεια; Τί τὸ δεινὸν καὶ πάνσοφον κατὰ τοῦ διαβόλου στρατήγημα; Ἠλευθέρωται κόσμος διὰ παρθένου, ὁ διὰ ταύτης τὸ πρὶν ὑπὸ τὴν ἁμαρτίαν πεσών. ∆ιὰ παρθενικοῦ τοκετοῦ τεταρτάρωται δαι μόνων ἀοράτων τὰ τοσαῦτα καὶ τηλικαῦτα συστήματα. Σύμμορ φος τοῖς δούλοις ὁ δεσπότης γέγονεν, ἵνα οἱ δοῦλοι γένωνται σύμμορφοι πάλιν θεοῦ. Ὦ Βεθλεέμ, πόλις ἡγιασμένη καὶ τοῖς ἀνθρώποις συγκεκληρωμένη! Ὦ φάτνη, ὦ φάτνη συμμέτοχε τῶν χερουβὶμ καὶ ὁμότιμε τῶν σεραφίμ! Ὁ γὰρ αἰωνίως ὑπ' ἐκείνων τῶν θρόνων ἐποχούμενος θεϊκῶς, νῦν ἐν σοὶ σωματικῶς πάλιν αὐλίζεται. Ὦ Μαρία, ὦ Μαρία, ἡ τὸν τῶν ἁπάντων
2