1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

2

μεταγινώσκειν μᾶλλον ἀποστραφέντας ἀπὸ τῆς ὁδοῦ τῆς πλάνης καὶ μὴ συναριθμεῖν ἑαυτοῖς οὓς οὐκ 3.2 ἴσασιν, ἵνα μὴ καὶ παρ' αὐτῶν ἐλεγχόμενοι πλείονα τὴν αἰσχύνην ἀπενέγκωνται. ἴσως δὲ τῆς τοιαύτης πανουργίας οὐ θελήσουσιν ἀποστῆναί ποτε· καὶ γὰρ καὶ τοῦτο τῶν περὶ Καιάφαν ἐζήλωσαν, ὥσπερ καὶ τὸ ἀρνεῖσθαι τὸν Χριστὸν παρ' αὐτῶν μεμαθήκασι. καὶ γὰρ κἀκεῖνοι τοσαῦτα τοῦ κυρίου πεποιηκότος ἔργα, δι' ὧν ἐγνώριζεν ἑαυτὸν εἶναι τὸν Χριστὸν τὸν υἱὸν τοῦ θεοῦ τοῦ ζῶντος, ἐλεγχόμενοί τε παρ' αὐτοῦ πάντα παρὰ τὰς γραφὰς λοιπὸν καὶ φρονοῦντες καὶ λέγοντες καὶ μὴ δυνάμενοι κἂν πρὸς τὸ βραχὺ πρὸς τοὺς κατ' αὐτῶν ἐλέγχους ἀντιβλέπειν, εἰς τὸν πατριάρχην κατέφυγον λέγοντες· «ἡμεῖς πατέρα ἔχομεν τὸν Ἁβραάμ», καὶ νομίζοντες ἐν τούτῳ δύνασθαι τὴν ἀλογίαν 3.3 αὐτῶν ἐπικαλύπτειν. ἀλλ' οὔτε ἐκεῖνοι τοῦτο λέγοντες ὤνησάν τι οὔτε οὗτοι ∆ιονύ σιον ὀνομάζοντες φυγεῖν τὴν ὁμοίαν ἐκείνοις αἰτίαν δυνήσονται. καὶ γὰρ κἀκείνους ἐφ' οἷς παρηνόμουν ἤλεγξεν ὁ κύριος λέγων· «τοῦτο Ἁβραὰμ οὐκ ἐποίησε», καὶ τούτους ἀσεβοῦντας καὶ ψευδομένους ἡ αὐτὴ πάλιν ἀλήθεια διελέγξει, ὅτι τὰ Ἀρείου ∆ιονύσιος ὁ ἐπίσκοπος οὔτ' ἐφρόνησεν οὔτε τὴν ἀλήθειαν ἠγνόησεν. ἀλλὰ καὶ οἱ τότε Ἰουδαῖοι καὶ οἱ νέοι νῦν παρὰ τοῦ πατρὸς ἑαυτῶν τοῦ διαβόλου τὴν χριστομάχον ἐκληρώσαντο 3.4 μανίαν. μέγα μὲν οὖν τεκμήριον τοῦ μηδὲ τοῦτο λέγειν αὐτοὺς ἀληθές, ἀλλὰ τὸν ἄνδρα συκοφαντεῖν, ὅτι μήτε παρ' ἑτέρων ἐπισκόπων ἐπ' ἀσεβείᾳ καταγνωσθεὶς ἀπε βλήθη τῆς ἐπισκοπῆς ὥσπερ οὗτοι τοῦ κλήρου μήτε αὐτὸς ὡς αἵρεσιν ἐκδικῶν ἐξῆλθε τῆς ἐκκλησίας, ἀλλ' ἐν αὐτῇ κεκοίμηται καλῶς καὶ ἡ μνήμη μέχρι νῦν αὐτοῦ μετὰ τῶν πατέρων ἐστὶ καὶ γέγραπται. εἰ γὰρ ἦν τὰ τούτων φρονήσας ἢ περὶ ὧν ἔγραψε μὴ ἦν ἀπολογησάμενος, οὐκ ἦν ἀμφίβολον, ὅτι πάντως τὰ αὐτὰ καὶ αὐτὸς αὐτοῖς ἐπεπόνθει.

4.1 Καὶ ἤρκει μὲν ταῦτα πρὸς πᾶσαν κατάγνωσιν τῶν νέων Ἰουδαίων τῶν καὶ τὸν κύριον ἀρνουμένων καὶ τοὺς πατέρας διαβαλλόντων καὶ πάντας Χριστιανοὺς ἐπιχειρούν των ἀπατᾶν. ἐπειδὴ δὲ προφάσεις ἔχειν νομίζουσι τῆς εἰς τὸν ἐπίσκοπον διαβολῆς μέρη τινὰ ἐπιστολῆς αὐτοῦ, φέρε καὶ ταύτας ἴδωμεν, ἵνα καὶ ἐκ τούτων αὐτῶν ἡ ματαιολο γία δειχθῇ καὶ παύσωνται μὲν κἂν ὀψέ ποτε βλασφημοῦντες παρ' ἑαυτοῖς τὸν κύριον, ὁμολογήσωσι δὲ κἂν μετὰ τῶν στρατιωτῶν βλέποντες μαρτυροῦσαν τὴν κτίσιν, ὅτι 4.2 «ἀληθῶς οὗτος ὁ υἱὸς τοῦ θεοῦ ἐστι» καὶ οὐκ ἔστι τῶν κτισμάτων. φασὶ τοίνυν ἐν ἐπιστολῇ τὸν μακάριον ∆ιονύσιον εἰρηκέναι, ποίημα καὶ γενητὸν εἶναι τὸν υἱὸν τοῦ θεοῦ μήτε δὲ φύσει ἴδιον, ἀλλὰ ξένον κατ' οὐσίαν αὐτὸν εἶναι τοῦ πατρός, ὥσπερ ἐστὶν ὁ γεωργὸς πρὸς τὴν ἄμπελον καὶ ὁ ναυπηγὸς πρὸς τὸ σκάφος· καὶ γὰρ ὡς ποίημα ὢν οὐκ 4.3 ἦν πρὶν γένηται. ναὶ ἔγραψεν, ὁμολογοῦμεν καὶ ἡμεῖς εἶναι τοιαύτην ἐπιστολὴν αὐτοῦ. ἀλλ' ὥσπερ ταύτην ἔγραψεν, οὕτως καὶ ἑτέρας πλείστας ἐπιστολὰς ἔγραψε καὶ ἔδει καὶ ταύταις ἐντυχεῖν αὐτούς, ἵνα ἐκ πασῶν καὶ μὴ μόνης ἐκ τῆς μιᾶς ἡ πίστις δειχθῇ τοῦ ἀνδρός· καὶ γὰρ καὶ ναυπηγοῦ πολλὰς τριήρεις κατασκευάσαντος οὐκ ἐκ μιᾶς ἀλλ' ἐκ 4.4 πασῶν ἡ τούτου τέχνη κρίνεται. εἰ μὲν οὖν ἁπλῶς ὡς πίστιν ἐκτιθέμενος ἔγραψεν ἣν λέγουσιν ἐπιστολὴν ἢ ταύτην μόνην ἔγραψε, κατηγορείτωσαν ὡς βούλονται· κατηγορία γὰρ ἀληθῶς τὸ τοιοῦτον φρόνημα· εἰ δὲ καιροῦ καὶ προσώπου πρόφασις εἵλκυσεν αὐτὸν τοιαῦτα γράψαι, ἔγραψε δὲ πάλιν καὶ ἄλλας ἐπιστολὰς ἀπολογούμενος περὶ ὧν ὑπω πτεύθη, ἔδει πάλιν αὐτοὺς μὴ ἀφέντας τὰ αἴτια φθόνον ἐπάγειν τῷ ἀνδρὶ προπετῶς, ἵνα μὴ δόξωσι λεξείδια μὲν μόνον θηρᾶν, παραπέμπεσθαι δὲ τὴν ἐν ταῖς ἄλλαις ἐπιστολαῖς 4.5 ἀλήθειαν. καὶ γὰρ καὶ γεωργὸς τῶν αὐτῶν δένδρων ἄλλοτε ἄλλως ἐπιμελεῖται διὰ τὴν ὑποκειμένην τῆς γῆς ποιότητα, καὶ οὐ διὰ τοῦτο μέμψαιτο ἄν τις αὐτόν, ὅτι τοῦτο μὲν τέμνει, ἐκεῖνο δὲ ἐγκεντρίζει, καὶ τοῦτο μὲν φυτεύει, ἕτερον δὲ ἐκτίλλει, ἀλλὰ καὶ μᾶλλον 4.6 μαθὼν