2
τοιαύτη πλάνη· ἀλλὰ τὸν Κύριον τῆς κτίσεως σαρκωθέντα τὸν τοῦ Θεοῦ Λόγον προσκυνοῦμεν. Εἰ γὰρ καὶ ἡ σὰρξ αὐτὴ καθ' 26.1076 ἑαυτὴν μέρος ἐστὶ τῶν κτισμάτων, ἀλλὰ Θεοῦ γέγονε σῶμα. Καὶ οὔτε τὸ τοιοῦτον σῶμα καθ' ἑαυτὸ διαι ροῦντες ἀπὸ τοῦ Λόγου προσκυνοῦμεν· οὔτε τὸν Λόγον προσκυνῆσαι θέλοντες, μακρύνομεν αὐτὸν ἀπὸ τῆς σαρκός· ἀλλ' εἰδότες, καθὰ προείπομεν, τὸ, Ὁ Λόγος σὰρξ ἐγένετο, τοῦτον καὶ ἐν σαρκὶ γενόμε νον, ἐπιγινώσκομεν Θεόν. Τίς τοιγαροῦν οὕτως ἄφρων ἐστὶν, ὡς λέγειν τῷ Κυρίῳ· Ἀπόστα ἀπὸ τοῦ σώματος, ἵνα σε προσκυνήσω; Ἢ τίς οὕτως ἀσεβής ἐστιν, ὡς μετὰ τῶν ἀφρόνων Ἰουδαίων διὰ τὸ σῶμα λέγειν αὐτῷ· ∆ιὰ τί σὺ, ἄνθρωπος ὢν, ποιεῖς σεαυτὸν Θεόν; Ἀλλ' οὐ τοιοῦτος ὁ λεπρός· προσεκύνει γὰρ τὸν Θεὸν ἐν σώματι ὄντα, καὶ ἐγί νωσκεν, ὅτι Θεὸς ἦν, λέγων· Κύριε, ἐὰν θέλῃς, δύνασαί με καθαρίσαι. Καὶ οὔτε διὰ τὴν σάρκα ἐνόμισε κτίσμα τὸν τοῦ Θεοῦ Λόγον· οὔτε διὰ τὸ εἶναι τὸν Λόγον δημιουργὸν πάσης κτίσεως, ἐξουθένει τὴν σάρκα, ἣν ἐνδεδυμένος ἦν· ἀλλ' ὡς ἐν κτιστῷ ναῷ τὸν κτίστην τοῦ παντὸς προσεκύνει, καὶ ἐκαθαρί ζετο. Οὕτως καὶ ἡ αἱμοῤῥοοῦσα γυνὴ, πιστεύσασα καὶ μόνον ἁψαμένη τοῦ κρασπέδου, ἰάθη· καὶ ἡ μὲν θάλαττα ἐπαφρίζουσα τοῖς κύμασιν ἤκουσε τοῦ σαρκωθέντος Λόγου, καὶ πέπαυται τοῦ χειμῶνος· ὁ δὲ ἐκ γενετῆς τυφλὸς, πτύσματι τῆς σαρκὸς τεθερά πευται παρὰ τοῦ Λόγου. Καὶ τό γε μεῖζον καὶ παραδοξότερον (ἴσως γὰρ τοῦτο καὶ τοὺς ἀσεβεστάτους ἐσκανδάλισε), καὶ ἐπ' αὐτοῦ τοῦ σταυροῦ κρεμαμένου τοῦ Κυρίου (αὐτοῦ γὰρ ἦν τὸ σῶμα, καὶ ἐν αὐτῷ ἦν ὁ Λόγος), ὁ μὲν ἥλιος ἐσκοτίσθη, ἡ δὲ γῆ ἐτρόμασεν, αἱ πέτραι ἐσχίσθησαν, καὶ τὸ καταπέτασμα τοῦ ναοῦ ἐσχίσθη, καὶ πολλὰ σώματα τῶν κεκοιμη μένων ἁγίων ἀνέστη. Ταῦτα δὲ γέγονε, καὶ οὐδεὶς, ὥσπερ νῦν οἱ Ἀρειανοὶ τολμῶσι, διελογίσατο, εἰ δεῖ σαρκωθέντι τῷ Λόγῳ πείθεσθαι· ἀλλὰ καὶ ἄνθρωπον βλέποντες, ἐπεγίνωσκον αὐτὸν ὄντα δημιουργὸν αὐτῶν· καὶ ἀνθρωπίνης φωνῆς ἀκούοντες, οὐ διὰ τὸ ἀνθρώπι νον ἔλεγον, ὅτι ὁ Λόγος κτίσμα ἐστίν· ἀλλὰ καὶ μᾶλλον ἔτρεμον, καὶ οὐδὲν ἧττον ἐγίνωσκον, ἢ ὅτι ἐκ ναοῦ ἁγίου ἐφθέγγετο. Πῶς τοίνυν οἱ ἀσεβεῖς οὐ φοβοῦνται μὴ, καθὼς οὐκ ἐδοκίμασαν τὸν Θεὸν ἔχειν ἐν ἐπιγνώσει, παραδοθῶσιν εἰς ἀδόκιμον νοῦν, ποιεῖν τὰ μὴ καθήκοντα; Οὐ γὰρ κτίσματι ἡ κτίσις προσ κυνεῖ· οὐδὲ πάλιν διὰ τὴν σάρκα παρῃτεῖτο τὸν Κύ ριον ἑαυτῆς προσκυνεῖν, ἀλλὰ τὸν ἑαυτῆς δημιουργὸν ἔβλεπεν ἐν σώματι· καὶ ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ πᾶν γόνυ ἔκαμπτε, καὶ κάμψει δὲ, ἐπουρανίων 26.1077 καὶ ἐπιγείων, καὶ καταχθονίων, καὶ πᾶσα γλῶσσα ἐξομολογήσεται, κἂν τοῖς Ἀρειανοῖς μὴ δοκῇ, ὅτι Κύριος Ἰησοῦς Χριστὸς εἰς δόξαν Θεοῦ Πατρός. Οὐ γὰρ ἀδοξίαν ἤνεγκεν ἡ σὰρξ τῷ Λόγῳ· μὴ γένοιτο! ἀλλὰ μᾶλλον αὕτη δεδόξασται παρ' αὐτοῦ. Οὐδὲ, ἐπειδὴ δούλου μορφὴν ἀνέλαβεν ὁ ἐν μορφῇ Θεοῦ ὑπάρχων Υἱὸς, ἠλαττώθη τῆς θεότητος· ἀλλὰ μᾶλλον αὐτὸς ἐλευθερωτὴς πάσης σαρκὸς καὶ πάσης κτίσεως γέγονε. Καὶ εἰ ὁ Θεὸς δὲ ἀπέστειλε τὸν Υἱὸν αὐτοῦ γεννώμενον ἐκ γυναικὸς, οὐκ αἰσχύνην ἡμῖν ἐπάγει τὸ πρᾶγμα, ἀλλὰ μᾶλλον εὐδοξίαν καὶ μεγάλην χάριν. Γέγονε γὰρ ἄνθρωπος, ἵν' ἡμᾶς ἐν ἑαυτῷ θεοποιήσῃ· καὶ γέγονεν ἐκ γυναικὸς, καὶ γεγέννηται ἐκ Παρθέ νου, ἵνα τὴν ἡμῶν πλανηθεῖσαν γέννησιν εἰς ἑαυτὸν μετενέγκῃ, καὶ γενώμεθα λοιπὸν γένος ἅγιον, καὶ κοινωνοὶ θείας φύσεως, ὡς ἔγραψεν ὁ μακάριος Πέ τρος· Καὶ τὸ ἀδύνατον δὲ τοῦ νόμου, ἐν ᾧ ἠσθένει διὰ τῆς σαρκὸς, ὁ Θεὸς τὸν ἑαυτοῦ Υἱὸν πέμψας ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας, καὶ περὶ ἁμαρτίας κατέκρινε τὴν ἁμαρτίαν ἐν τῇ σαρκί. Τὴν τοίνυν προσληφθεῖσαν ὑπὸ τοῦ Λόγου σάρκα, ἐπὶ τῷ πάντας ἀνθρώπους ἐλευθερῶσαι, καὶ πάντας ἐκ νεκρῶν ἀναστῆσαι, καὶ ἁμαρτίας λυ τρώσασθαι, πῶς οἱ ταύτην ἐξουδενοῦντες, ἢ οἱ διὰ ταύτην κατηγοροῦντες τοῦ Υἱοῦ τοῦ Θεοῦ ὡς ποιήματος ἢ κτίσματος, οὐκ ἀχάριστοι φαίνονται, καὶ παντός εἰσι μίσους ἄξιοι; Μόνον γὰρ οὐχὶ βοῶσι τῷ Θεῷ λέγοντες· Μὴ πέμψῃς σου τὸν Υἱὸν τὸν μονογενῆ ἐν σαρκί· μὴ