1

 2

 3

 4

2

συμβουλευόντων· οὐ γὰρ ἄξια ∆ρακοντίου ταῦτα. Ἃ γὰρ ὁ Κύριος διὰ τῶν ἀποστόλων τετύπωκε, ταῦτα καλὰ καὶ βέβαια μένει· ἡ δὲ τῶν ἀδελφῶν δειλία παύσεται. 25.528 Εἰ γὰρ τὸν αὐτὸν νοῦν εἶχον πάντες, οἷον νῦν ἔχουσιν οἱ συμβουλεύοντές σοι, πῶς ἂν ἐγένου σὺ Χριστιανὸς, ἐπισκόπων μὴ ὄντων; Ἐὰν δὲ καὶ οἱ μεθ' ἡμᾶς ἀναλάβωσι τὸν τοιοῦτον νοῦν, πῶς ἂν συστῆναι δυνήσωνται αἱ Ἐκκλησίαι; Ἢ νομίζουσιν οἱ συμβουλεύοντές σοι μηδὲν εἰληφέναι σε, ὅτι καταφρονοῦσιν; Ἀλλὰ καὶ τοῦτο ψευδῶς. Ὥρα γὰρ αὐτοὺς νομίζειν μηδὲν εἶναι μηδὲ τὴν τοῦ λουτροῦ χάριν, ἐάν τινες τούτου καταφρονῶσι. Ἀλλ' εἴληφας, ὦ ἀγαπητὲ ∆ρακόντιε· μὴ ἀνέχου τῶν συμβουλευόντων σοι, μηδὲ ἀπάτα σαυτόν. Ἀπαιτηθήσε ται γὰρ τοῦτο παρὰ τοῦ δεδωκότος Θεοῦ. Ἢ οὐκ ἤκουσας τοῦ Ἀποστόλου λέγοντος· Μὴ ἀμέλει τοῦ ἐν σοὶ χαρίσματος; Ἢ οὐκ ἀνέγνως, πῶς μὲν τὸν διπλάσαντα ἀποδέχεται, τὸν δὲ κρύψαντα κατεδίκασε; Γένοιτο δὲ ταχέως ἐπανελθεῖν σε, ἵνα καὶ σὺ τῶν ἐπαινουμένων γένῃ· Ἢ εἰπὲ, τίνος σε θέλουσιν εἶναι μιμητὴν οἱ συμβουλεύοντές σοι; ∆εῖ γὰρ ἡμᾶς κατὰ σκοπὸν τῶν ἁγίων καὶ τῶν Πατέρων πολιτεύεσθαι, καὶ τούτους μιμεῖσθαι· εἰδέναι δὲ, ὅτι, τούτων ἀφιστάμενοι, ἀλλότριοι καὶ τῆς τούτων κοινωνίας γενόμεθα. Τίνα μὲν μιμεῖσθαί σε θέλουσιν ἐκεῖνοι; Τὸν διστάζοντα καὶ θέλοντα μὲν ἀκολουθῆσαι, ὑπερτιθέμενον δὲ καὶ συμβουλευόμενον διὰ τοὺς ἰδίους· ἢ τὸν μακάριον Παῦλον, τὸν ἅμα τῷ τὴν οἰκονομίαν ἐγχειρισθῆναι, μὴ προσαναθέμενον σαρκὶ καὶ αἵματι; Εἰ γὰρ καὶ ἔλεγεν, Οὐκ εἰμὶ ἱκανὸς καλεῖσθαι ἀπόστολος, ὅμως γινώσκων ὃ ἔλαβε, καὶ οὐκ ἀγνοῶν τὸν δεδωκότα, ἔγραφεν· Οὐαὶ γάρ μοί ἐστιν, ἐὰν μὴ εὐαγγελίζωμαι· ὥσπερ δὲ τὸ οὐαί μοι οὐκ εὐαγγελιζόμενος, οὕτως διδάσκων καὶ κηρύσσων τὸ Εὐαγγέλιον, χαρὰν καὶ στέφανον εἶχε τοὺς μαθητευομένους· διὰ τοῦτο καὶ σπουδὴ τῶν ἁγίων μέχρι τοῦ Ἰλλυρικοῦ κηρύττειν, καὶ μὴ ὀκνεῖν μηδὲ εἰς τὴν Ῥώμην ἀπελθεῖν, μηδὲ εἰς τὰς Σπανίας ἀναβῆναι, ἵνα ὅσον κοπιᾷ, τοσοῦτον καὶ τοῦ κόπου τὸν μισθὸν μείζονα ἀπολάβῃ. Ἐκαυχᾶτο οὖν τὸν ἀγῶνα τὸν καλὸν ἀγωνισάμενος, καὶ ἐθάῤῥει τὸν μέγαν στέφανον ἀποληψόμενος. Οὐκοῦν, ἀγαπητὲ ∆ρακόντιε, τίνα μιμούμενος τοῦτο ποιεῖς; τοῦτον, ἢ τοὺς μὴ τοιούτους; Ἐγὼ μὲν εὔχομαί σε καὶ ἐμαυτὸν πάντων τῶν ἁγίων μιμητὴν γενέσθαι. Ἢ τάχα τινὲς οἱ διὰ τοῦτο συμβουλεύοντές σοι κρύπτεσθαι, ὡς λόγον καὶ ὅρκον σου δεδωκότος μὴ στῆναι, ἐὰν κατασταθῇς; Τοιαῦτα γὰρ αὐτοὺς ἀκούω περιβομβεῖν ταῖς ἀκοαῖς, καὶ δοκεῖν ἐν τούτοις εὐλαβεῖσθαι· ἀλλ' εἰ ἦσαν ἀληθῶς εὐλαβεῖς, ηὐλα βήθησαν ἂν μάλιστα τὸν ἐπιθέντα σοι Θεὸν τὸ λειτούργημα. Εἰ δὲ ἀναγνόντες ἦσαν τὰς θείας 25.529 Γραφὰς, οὐκ ἂν παρὰ ταύτας συνεβούλευον. Ὥρα γὰρ αὐτοὺς καὶ τὸν Ἱερεμίαν καταμέμφεσθαι, καὶ τὸν μέγαν αἰτιᾶσθαι Μωσῆν, ὅτι τὴν τούτων συμβουλὴν οὐκ ἤκουσαν, ἀλλὰ τὸν Θεὸν φοβηθέντες, τὴν διακονίαν ἐτέλεσαν, καὶ προφητεύοντες ἐτελειώθησαν. Καὶ γὰρ αὐτοὶ ἀποσταλέντες, καὶ λαβόντες ἤδη τὴν τῆς προφητείας χάριν, παρῃτήσαντο μὲν, ἐφοβήθησαν δὲ μετὰ ταῦτα, καὶ οὐκ ἐξουδένωσαν τὸν ἀποστείλαντα. Εἴτε τοίνυν ἰσχνόφωνος εἶ, καὶ βραδύγλωσσος, ἀλλὰ φοβήθητι τὸν πλάσαντά σε Θεόν· εἴτε νεώτερον σαυτὸν λέγεις πρὸς τὸ κήρυγμα, ἀλλ' εὐλαβοῦ τὸν γινώσκοντά σε πρὸ τοῦ πλασθῆναι· εἴτε λόγον δέδω κας (ὁ δὲ λόγος τοῖς ἁγίοις ὡς ὅρκος ἦν), ἀλλὰ ἀνά γνωθι τὸν Ἱερεμίαν, πῶς καὶ αὐτὸς εἰρηκὼς, Οὐ μὴ ὀνομάσω τὸ ὄνομα Κυρίου, ὕστερον δὲ φοβηθεὶς τὸ ἐν αὐτῷ πῦρ γενόμενον, οὐκέτι, ὡς εἴρηκε, πεποίηκεν, οὐδὲ ὡς προληφθεὶς τῷ ὅρκῳ ἐκρύβη· ἀλλὰ τὸν ἐγχειρίσαντα εὐλαβούμενος, τετελείωκε τὴν προφητείαν. Ἢ οὐκ οἶδας, ἀγαπητὲ, ὅτι καὶ Ἰωνᾶς φεύγων, γέγονε μὲν, ὡς γέγονε, μετὰ δὲ ταῦτα πάλιν προεφήτευσεν; Μὴ τοίνυν ἄλλα παρὰ ταῦτα συμβουλεύου. Μᾶλλον γὰρ ἡμῶν οἶδεν ὁ Κύριος τὰ ἡμῶν, καὶ οἶδε τίσιν ἐγχειρίζει τὰς ἑαυτοῦ Ἐκκλησίας. Κἂν γὰρ μὴ ἄξιός τις τυγχάνῃ, ἀλλὰ μὴ πρὸς τὸν πρότερον βίον ἀποβλεπέτω, ἀλλὰ τὴν διακονίαν