2
γὰρ οἶδεν ἡ φύσις παρθένον χωρὶς ἀνδρὸς τίκτουσαν. Ὅθεν εὐδοκίᾳ τοῦ Πατρὸς Θεὸς ὢν ἀληθινὸς, καὶ φύσει Λόγος, καὶ σοφία τοῦ Πατρὸς, γέγονε σωματικῶς ἄνθρωπος, διὰ τὴν ἡμετέραν σωτηρίαν, ἵν', ἔχων ὃ προσενέγκῃ ὑπὲρ ἡμῶν, σώσῃ πάντας ἡμᾶς, ὅσοι φόβῳ θανάτου διὰ παντὸς τοῦ ζῇν ἔνοχοι ἦσαν δουλείας. Οὐ γὰρ ἄνθρωπός τις ὑπὲρ ἡμῶν ἑαυτὸν δέδωκεν· ἐπεὶ πᾶς ἄνθρωπος ὑπεύθυνός ἐστι θανάτῳ, κατὰ τὸ, Γῆ εἶ καὶ εἰς γῆν ἀπελεύσῃ, ἐν τῷ Ἀδὰμ εἰρημένον πρὸς πάντας· ἀλλ' οὐδὲ ἕτερόν τι τῶν κτισμάτων· ἐπεὶ πᾶσα κτίσις ὕποπτός ἐστι τροπῆς. Ἀλλ' αὐτὸς ὁ Λόγος τὸ ἴδιον σῶμα προσήνεγκεν ὑπὲρ ἡμῶν, ἵνα μὴ εἰς ἄνθρωπον ἡ πίστις καὶ ἡ ἐλπὶς, ἀλλ' εἰς αὐτὸν τὸν Θεὸν Λόγον τὴν πίστιν ἔχωμεν. Ἀμέλει καὶ ἀνθρώπου γενομένου αὐτοῦ, θεωροῦμεν τὴν δόξαν αὐτοῦ, δόξαν ὡς Μονογενοῦς παρὰ Πατρὸς, πλήρης χάρι 26.1089 τος καὶ ἀληθείας. Ἃ γὰρ διὰ τοῦ σώματος ὑπέμεινε, ταῦτα ὡς Θεὸς ἐμεγάλυνε· καὶ ἐπείνα μὲν σαρκὶ, θεϊκῶς δὲ τοὺς πεινῶντας ἐχόρταζε. Καὶ εἰ σκανδαλίζεταί τις ἐπὶ τοῖς σωματικοῖς, πιστευέτω ἐφ' οἷς ὁ Θεὸς ἐργάζεται. Πυνθάνεται γὰρ ἀνθρωπίνως, ποῦ Λάζαρος κεῖται, ἐγείρει δὲ τοῦτον θεϊκῶς. Ὅθεν μηδὲ γελάτω τις λέγων παιδίον καὶ ἡλικίαν ὀνομάζων, καὶ αὔξησιν, καὶ φαγεῖν, καὶ πιεῖν, καὶ παθεῖν, ἵνα μὴ, τὰ ἴδια τοῦ σώματος ἀρνούμενος, ἀρνήσηται τέλεον καὶ τὴν δι' ἡμᾶς ἐπιδημίαν αὐτοῦ. Καὶ ὥσπερ οὐκ ἀκολουθίᾳ φύσεως ἄνθρωπος γεγένηται, οὕτως ἀκόλουθον ἦν σῶμα λαβόντα αὐτὸν δεικνύναι τὰ ἴδια τούτου, ἵνα μὴ ἡ φαντασία τοῦ Μανιχαίου κρατήσῃ. Ἀκόλουθον δὲ πάλιν ἦν σωματικῶς αὐτὸν χρηματίζοντα μὴ κρύψαι τὰ τῆς θεότητος, ἵνα μὴ ὁ Σαμοσατεὺς πρόφασιν εὕρῃ, ἄνθρωπον αὐτὸν λέγων, ὡς ἄλλον ὄντα παρὰ τὸν Θεὸν Λόγον. Ταῦτα τοίνυν κατανοῶν ὁ ἄπιστος, μαθέτω, ὅτι βρέφος μὲν ἦν ἐπὶ φάτνης, τοὺς δὲ μάγους ὑπέταξε προσκυνούμενος ὑπ' αὐτῶν· καὶ παιδίον μὲν εἰς Αἴγυπτον κατῆλθε, τὰ δὲ χειροποίητα τῆς εἰδωλολατρείας κατήργησε· καὶ ἐσταυρωμένος σαρκὶ, νεκροὺς ἐκ πολλοῦ χρόνου σαπέντας ἤγειρε. Καὶ δέδεικται πᾶσιν, ὅτι οὐ δι' ἑαυτὸν, ἀλλὰ δι' ἡμᾶς ὑπέμεινε πάντα, ἵν' ἡμεῖς, τοῖς ἐκείνου παθήμασιν ἀπάθειαν καὶ ἀφθαρσίαν ἐνδυσάμενοι, διαμείνωμεν εἰς ζωὴν αἰώνιον. Ταῦτα δέ σοι συντόμως ἐκ τῶν σῶν, καθὼς προεῖπον, δεξάμενος ὑπηγόρευσα, οὐδὲν πλέον ἐπεξεργασάμενος, ἀλλὰ μόνον τὸ περὶ τοῦ θείου σταυροῦ μνημονεύσας, ἵνα ἐν οἷς ἐσκανδαλίσθησαν οἱ ὀλίγωροι, ἐν τούτοις μεταπαιδευθέντες προσκυνήσωσι τὸν ἐσταυρωμένον. Σὺ δὲ γνησίως τοὺς ἀπίστους πεῖθε· τάχα πως ἀπὸ ἀγνωσίας εἰς ἐπίγνωσιν ἔλθωσι, καὶ πιστεύσωσι καλῶς. Καὶ εἰ καὶ αὐτάρκη αὐτὰ τὰ παρὰ σοῦ γραφέντα, ὅμως ὑπομνήσεως ἕνεκεν πρὸς τοὺς φιλονείκους προσθεῖναι καὶ ταῦτα καλόν· ἵνα μὴ ὡς ἐλεγχόμενοι, ἐξ ὧν τετολμήκασιν, αἰσχυνθῶσιν, ἀλλ' ὡς ὑπομιμνησκόμενοι μὴ ἐπιλάθωνται τῆς ἀληθείας. Κρατείτω γὰρ τὰ ἐν Νικαίᾳ παρὰ τῶν Πατέρων ὁμολογηθέντα· ὀρθὰ γάρ ἐστι καὶ ἱκανὰ πᾶσαν ἀσεβεστάτην αἵρεσιν ἀνατρέψαι, καὶ μάλιστα τὴν Ἀρειανὴν, τὴν εἰς τὸν Λόγον τοῦ Θεοῦ δυσφημοῦσαν, καὶ ἐξ ἀνάγκης εἰς τὸ Πνεῦμα αὐτοῦ τὸ ἅγιον δυσσεβοῦσαν. Προσαγόρευε πάντας τοὺς ὀρθῶς φρονοῦντας. Προσαγορεύουσί σε πάντες οἱ σὺν ἡμῖν.